Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 197: To Sergius, Consul of the Aerikon
ρϟζ΄. Σεργίῳ ὑπάτῳ τοῦ ἀερικοῦ.
Πάλαι ἂν ἀπέστειλα τῇ εὐγενείᾳ σου δεδιδαγμένος μὴ ἀτονεῖν τοῦ φιλικοῦ καθήκοντος· ἀλλ᾽ ἡ τῶν πραγμάτων μεταβολὴ, ὑπενάρκησέ μου τὴν χεῖρα, μήπως ἀπευκτὸς ὦ, καὶ ἄγαν φίλοις, ἀλλοιωθεῖσιν οὐ τὴν καλὴν ἀλλοίωσιν· καὶ ἧς ἔργον οὐκ ἐκ τοῦ κατόπιν εἰς τὸ πρόσω φέρεσθαι, ἀλλὰ τὴν ἐναντίαν καὶ πρὸς τὸ ἐναντίως καθυπάγεσθαι· ἐπεὶ δὲ οὐ τῶν τοιούτων ὁ τοσοῦτος τὴν ἀρετὴν, πέπεικα ἐμαυτὸν ἐπὶ τὸ γράφειν ἐλθεῖν· καὶ δὴ διὰ τῆσδε τῆς γραφίδος προσφθέγγομαί σε τὸν ἐμὸν δεσπότην καὶ διαφερόντως ἐραστήν· οὗ πολλὴ μὲν ἡ γνῶσις, πατρόθεν δὲ ἠργμένη ἡ εὐσέβεια· καὶ οὗ τὸ συστέλλειν ἑαυτὸν τῶν πολλῶν, καὶ θεῷ συγγίνεσθαι, μᾶλλον ἐράσμιον· ὀλίγα δὲ φροντίζειν Καίσαρος, καὶ τὸν περὶ Καίσαρα ἰδιώτατον· πῶς οὖν, ὦ φιλότης, παῤῥησιάσεται γὰρ ὁ λόγος, ὁ τηλικοῦτος ἐν τοῖς ὁρωμένοις ὑπήχθης; ἀρκετὸν γὰρ ἐν τοσούτῳ δηλῶσαι τὸ προκείμενον, αἰδοῖ τῆς περιεπούσης σε τιμιότητος· ἀλλὰ φεῦ τῆς ὀλισθηρᾶς φύσεως τῶν ἀνθρώπων· ταῦτα μὲν ὁ καιρὸς τοῖς κατὰ καιρὸν τὰς πίστεις μεταμείβουσιν, ἀλλ᾽ οὐ παγίοις καὶ περὶ τοῦ αὐτοῦ ἀεὶ ὡσαύτως ἔχουσι· σὲ δὲ ὅμως εὔχομαι ὁ ταπεινὸς τοῖς ἐν μέσῳ ἐγκαλινδούμενον, ὀλίγα μὲν τοῖς ἐκ βίου κύμασιν ἁλμυροῖς ῥαντίζεσθαι· ἄσπιλον δὲ ὁμοῦ καὶ ἄμωμον τὸν τῆς ὀρθοδοξίας χιτῶνα διατηροίης.