Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 198: To Naucratius, His Son
ρϟη΄. Ναυκρατίῳ τέκνῳ.
Βραχέσι συλλαβαῖς ἀμείβομαί σου, τέκνον, ἠγαπημένον τοὺς πλείστους λόγους τῶν ἐγκωμίων, οὓς ἐπαίω, δεδειὼς σφόδρα μὴ ὦν τοιοῦτος ἀλλ᾽ οἷος ὁ ἐῤῥιμμένος ἐν τριοδίᾳ διὰ νεκρότητα ἁμαρτημάτων, οὔτε λόγῳ οὔτε ἔργῳ εὐερεστηκὼς πώποτε τῷ θεῷ μου· εἴη δ᾽ ἂν τῆς ὑμετέρας εὐχῆς ἔργον, ἄρξασθαί με ἀπὸ τοῦ δεῦρο θεοσεβεῖν ἐν τῷ κτήσασθαί με καινὴν καρδίαν, μισοῦσαν καὶ βδελυττομένην τὴν ὡς ἀληθῶς μυσαρὰν ἁμαρτίαν, καὶ ἀγαπῶσαν τὴν μόνην ἐφετὴν καὶ ἐρασμιωτάτην ἀρετὴν, ἥτις ἐστὶν ὁ θεός· σὺ δὲ, ὦ παῖ καλὲ, νῆφε, ἐν πᾶσιν ἔργον ποιῶν εὐαγγελιστοῦ διὰ τῆς καλλίστης σου διακονίας· οἶδα γάρ σε διατεινόμενον ὧδε κἀκεῖ, καὶ φροντίζοντα πολλῶν ὡς οἰκονόμον θεοῦ· εἰ καὶ βρέμει ἀπειλῆς ὁ κρατῶν, μὴ φοβοῦ· οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ· εἰ καὶ τοῖς σημείοις οὐκ εἴκουσιν οἱ ὑπεναντίοι, μὴ θαυμάσῃς, ἀλλὰ μακροθύμει· οὔτε γὰρ ἐκεῖνοι ἄλλως εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας ἥκουσιν, οὔτε οἱ τοῦ θεοῦ εἰς τὸ κομίσασθαι τὴν μισθαποδοσίαν· δι᾽ ἐλπίδος γὰρ καὶ πίστεως καὶ ὑπομονῆς, πάντες οἱ ἅγιοι εἰλήφασι τὰς ἐπαγγελίας· ὥστε μὴ ζήτει καιροὺς καὶ προθεσμίας λήξεως τῶν κακῶν· τότε λωφήσουσιν, ὁπόταν συμφέρον ἡμῖν· διὸ τὸν προκείμενον ἡμῖν ἀγῶνα τρέχωμεν, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Χριστόν· ὃς πέποιθα τελειώσειεν ἡμῶν τὸν δρόμον, ἱλεούμενος ἱκεσίαις πατρικαῖς συνπάσαις ἁγίων· προσειπὲ τοὺς ἀδελφοὺς πάντας ἐξαιρέτως τὸ Δ τὸ Λ· οἱ σὺν ἐμοί πλεῖστα σε προσαγορεύουσιν.