Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 199: To the Same

ρϟθ΄. Τῷ αὐτῷ.

Εἰ καὶ οὐκ ἐδεξάμεθά σου γράμματα, τέκνον ἠγαπημένον, διὰ τοῦ ἀδελφοῦ Θεοδούλου ἀγνοίᾳ σου ἀπάραντος, καὶ ὡς ἐπ᾽ ἄλλης ὁδοῦ, ἀλλ᾽ οὖν ἡμεῖς καλῶς ἔχειν ἐνομίσαμεν ἐπιστεῖλαί σοι, γνωρίζοντες ὅτι χάριτι Χριστοῦ ὑγιαίνομεν σωματικῶς· εἴη δὲ καὶ κατὰ ψυχὴν ἐῤῥῶσθαι ἡμᾶς τοὺς ταπεινοὺς διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπικλήσεως τοῦ μακαρίου μου πατρός· ὅτι οὐκ οἴκοθεν οὐδὲ ἐξ ἔργων μου ἔχω ἰσχύν· δυνατὸς δὲ ὁ θεὸς δι᾽ ὑμᾶς σώζειν κἀμὲ, εἰς ὃν ἀποκρέμασθε ἐν ἀγάπῃ, ὥσπερ κἀγὼ ἐν ὑμῖν· τίς γάρ μου ἄλλη δόξα ἢ χαρὰ ἢ προθυμία πάρεξ ὑμῶν, διαφερόντως δὲ σοῦ τοῦ πιστοῦ καὶ ἀγαπητοῦ, καὶ τὰ πάντα μοι μετὰ θεὸν ἐν τῇ ζωῇ ταύτῃ ἀνήκοντος· διὰ τοῦτο χαίρω ἐπὶ τῇ ζωῇ καὶ προκοπῇ σου· παρακαλῶ τὸν ἀγαθόν μου θεὸν ἵνα ἐπὶ πλεῖον δῴη σοι σύνεσιν ἐν φρονήσει τελείᾳ καὶ ταπεινώσει πληρεστάτῃ, εἰς τὸ μὴ διαψευσθῆναι τὰς ἐλπίδας μου· μηδ᾽ αὐτὰς τῶν πολλῶν ἐπὶ σοὶ ὑπολήψεις· καὶ γὰρ ἐν οὐκ ὀλίγων στόμασι κεῖσαι ἐπ᾽ ἀρετῇ λόγου· βλέπε οὖν τέκνον τὸ ἔργον σου ὁποῖον· ὅτι ὁ προσθεὶς γνῶσιν, προσθήσει ἄλγημα· καὶ ὁ δεξάμενος ἔπαινον, εἴπερ θεῖος καὶ σοφὸς, συνέλαβεν πῦρ ζήλου ἐν πολλῷ τρόμῳ· τήρει σεαυτὸν καὶ πρὸς τὸν ἔσω ἄνθρωπον ἀκαταγνώνιστον εἶναι ἐκ τῆς ἀκηρύκτου καὶ ἀνενδότου διαβολικῆς πάλης· καὶ πρὸς τὸν ἔξωθεν, διὰ τῆς ἐν ἅπασιν εὐσυστροφίας καὶ εὐβουλίας· ἤδη ἀπεκδεχόμεθα καὶ τὸν ἀδελφὸν Προτέριον· δι᾽ οὗ πάντως εἴπερ οἰκονομεῖ θεὸς ἔτι ἐπιμένειν ὑμᾶς ἐν τοῖς αὐτόθι, καὶ δεξόμεθά σου γράμμα καὶ ἀνταποστείλωμεν· ὡς εἰρήνης υἱὸς, εἰρηνοποίει τέκνον μου τοὺς ἀδελφούς σου χριστομιμήτως· γίνωσκε αὐτάρκως ἔχειν ἡμᾶς τὰ κατὰ χρείαν· ὀναίμην σου τέκνον ἐν κυρίῳ, ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν τῷ καὶ σωματικῶς ὑγιαίνειν σε· προσαγορεύουσιν οἱ σὺν ἐμοί· τοὺς ἀδελφοὺς πλεῖστα ἀσπάζομαι· ἡ χάρις μετὰ σοῦ.

· Contents ·