Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 200: To the Same

σ΄. Τῷ αὐτῷ.

Ἕως πότε τέκνον οὐ παύσῃ ἀποσεμνύνων ἡμᾶς τοῖς λόγοις; ἕως τίνος οὐ λήξεις ἐπαίρων ἡμᾶς τοῖς ἐγκωμίοις; ἀλλ᾽ οἶμαι ἐκ δυοῖν τρόπων τοῦτό σε πράττειν· ἑνὸς μὲν, τοῦ ἕλκεσθαι ὑπὸ τῆς ἀγάπης, ὑφ᾽ ἧς καὶ φιλεῖ συλᾶσθαι ὡς τὰ πολλὰ καθά φησιν ὁ θεολόγος ἡ ἀλήθεια· ἑτέρου δὲ ὅπερ καὶ μᾶλλον τίθημι, ὡς ἂν διὰ τῶν ἐπαίνων στερεοῖς τὸ ἀνειμένον τῆς ταλαιπώρου μου ψυχῆς· δοίη τοίνυν κύριος οὐ κατὰ τὰς ὑψώσεις σου, πολλαὶ γὰρ καὶ ὑπὲρ λίαν, ἀλλὰ μικρόν τι δι᾽ εὐχῶν ὑμῶν ἁγίων, ἐν κατορθώσει γενέσθαί με, καὶ μὴ πάντη ἔκπτωτον τῆς τῶν καλῶς ἀγωνιζομένων ἰχνηλατίας· ἐδάχθην δὲ οὐ τὸ τυχὸν ἐπὶ ταῖς προλαβούσαις σου θλίψεσι, καί γε μάλιστα ἐπὶ ταῖς ἀνίαις τοῦ σώματός σου· ἀλλὰ τί λέγει ὁ ἀπόστολος; «εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις· ὅταν ἀσθενῶ τότε δυνατός εἰμι·» εἰς μὲν οὖν τὴν νόσον, παρακαλῶ χρῆσαι τοῖς θεραπευτικοῖς· χρήζουσι γάρ σε πολλοὶ ὑγιαίνειν, ἐξαιρέτως ὁ ταπεινὸς ἐγώ· περὶ γὰρ τῶν κρυπτῶν, ὁ καὶ ψυχῶν καὶ σωμάτων ἰατρὸς, ῥώσειέν σε, ὥσπερ ῥώννυσιν, ὁπόταν καὶ ὑποχαυνώσοιμεν ἐν τῇ ἀνενδότῳ ταύτῃ πάλῃ τοῦ τῆς ταπεινώσεως ἡμῶν σώματος, καὶ μηδαμῶς ὀλιγωρήσοιμεν θᾶττον ἀνιστάμενοι· στεφάνων γὰρ ἡ ἀναπάλαισις, οὐ κατακρίσεως· σώσοι σε οὖν ἐν πᾶσιν ὁ ἀγαθὸς θεὸς ἡμῶν, ἀδελφὲ τιμιώτατε.

· Contents ·