Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 3: To Euthymius of Sardis

γ΄. Εὐθυμίῳ Σάρδης.

Ἐμακρύνθη σου ἡ ὁσιότης ὑπὸ ἐξουσίας, διὰ τὴν ἁπάντων ἐξουσίαν, ἀφ᾽ ἡμῶν τῶν ἁμαρτωλῶν· ἀλλ᾽ οὐ τῷ πνεύματι, ᾧ μᾶλλον ἑνοῦσθαι φίλον θεῷ· ἐπεὶ πολλοὶ τῶν σωματικῶς ἡνωμένων, οὐ σὺν ἀλλήλοις διὰ τὴν τοῦ πνεύματος στέρησιν· ὥστε οὐδ᾽ ἂν εἰς αὐτὰ τὰ τέρματα τῆς οἰκουμένης φιλονεικήσοι διάραι ἡμᾶς ὁ κρατῶν, χωρήσειεν ἀπ᾽ ἀλλήλων, καὶ μάλιστα εὐδοκοῦντος θεοῦ γράμμασιν ὁρᾶν ἡμᾶς καὶ ὁμιλεῖν ἀλλήλοις· οὗτος δή μοι ὁ πρῶτος λόγος· δεύτερος, ἡ ἐσχατιὰ εἰς ἦν περιωρίσθης, μέριμναν ἐμποιοῦσα τῆς διαφυλάξεώς σου διὰ τὴν ἐγγύθεν βαρβαρικὴν χώραν· πλὴν ἐν χειρὶ κυρίου τὰ σὰ, ὅς σε περιέπων διαφυλάξειεν ἀπὸ παντὸς κακοῦ· τάχα δὲ βουλόμενος ὁ θεὸς διάττειν ὥσπέρ τινας ἀστέρας τοὺς ἑαυτοῦ ἐκλεκτοὺς ἐν τῷ στερεώματι τῆς πίστεως, ἄλλον ἀλλαχοῦ τῶν ὡς σὺ ἀνδρικῶν ἀνδρῶν διεπέμψατο· ὡς ἂν, μὴ περὶ ἕνα χῶρον ἡ τῆς ὀρθοδοξίας λαμπηδὼν διαβαίνει, πολλοὺς δὲ φωτίζει τῶν ἀμυήτων· τοιγαροῦν ἀνάτειλον ὡς ὁ λαμπρὸς ἑωσφόρος τὰς ἡλιακάς σου διδασκαλίας, καὶ δημιούργησον ἡμέραν σωτηρίας τοῖς νυκτομαχοῦσιν, ἢ καὶ ἐπίῤῥωσον τοὺς ἐκ φωτολειψίας ἀσθενοῦντας· γένοιο Παύλῳ σύνδεσμος· εἰ δ᾽ οὖν ἀλλὰ γὰρ Ἀθανασίῳ σύναθλος· ἐκ δύσεως γὰρ αὐτῷ τὸ πολὺ κλέος.

Οὕτως ἡμεῖς φιλοπαθοῦντες τῷ καλῷ πατρὶ, υἱϊκῶς διαλεγόμεθα, τοὺς ἐν τῇ θεοφιλίᾳ σου ἱεροὺς σπινθῆρας ἀνασκαλεύειν πειρώμενοι, ὡς ἂν πλέον ὁ τῆς διδασκαλίας αὐτῆς πυρσὸς ἀναλάμψειεν· ἐπειδὴ ὡς οἶσθα νὺξ χαλεπὴ καὶ σκότος βαθὺ, πολὺ τῆς κατ᾽ Αἴγυπτον ἐννάτης πληγῆς ὀλεθριώτερον· συμφέρουσα καὶ συγχέουσα καὶ ζοφοῦσα, οὐ σώματα, ἀλλὰ ψυχὰς αὐτὰς τὸ ἐλεεινότατον· βρέμει ὁ κρατῶν, ἀπειλαὶ, φυλακαὶ, πληγαὶ, κακώσεις, δοκιμασίαι, ἐξελεγχήσεις, κολάσεις, ἐξορίαι, πᾶν ὁτιοῦν εἶδος φόβου καὶ ἀπάτης· διαλάμπουσι δὲ καὶ κεκραταίονται τίνες ἄλλοι, ἢ οἱ καθ᾽ ἡμᾶς ναζηραῖοι, τὰ νεῦρα τῆς ἐκκλησίας, τὰ ἀκροθίνια τῆς ὁσιότητος, ὧν οὐκ ἄξιος ὁ κόσμος; σὺν πολλοῖς τοῖς ἀριθμουμένοις, καὶ ὁ εὐλαβέστατος ἡγούμενος τῶν Κεραμέων· οὕτω γὰρ κλητέον τὴν ἧτταν ἀναμαχησάμενον· καὶ εὐλογητὸς κύριος ὁ πολλοὺς ἔχων μάρτυρας ἐν τῷ νῦν διωγμῷ εἰς στηριγμὸν τῆς πίστεως τῆς ἀμωμήτου· μὴ οὖν παρασιωπησάτω σου ἡ ἁγία ψυχὴ δεομένη, ὑπὲρ τοῦ λωφῆσαι τὰ κακὰ, ἐπιλάμψει θείας προμηθείας· ἀλλά γε καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ, ἵνα κατ᾽ ἴχνος ὑμῶν τῶν ἁγίων πατέρων πορεύσωμαι.

· Contents ·