Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 21: To Stephen, His Nephew

κα΄. Στεφάνῳ ἀνεψιῷ.

Ἔμαθον ὡς κρατῆσαι καὶ αὐτὸς ὑπὸ τῶν δυσωνύμων αἱρετικῶν, ὦ γνησιώτατέ μοι καὶ τιμιώτατε· καὶ ἐλυπήθην μὲν ὅτι ἐξ ἀφορμῆς ἄλλης· ἐχάρην δὲ λίαν ὅτι διὰ Χριστόν ἡ φυλακή σου· πάντα γὰρ χαρίζονται οἱ νῦν ἀσεβοῦντες, ἀντιλαμβάνοντες ὃ ζητοῦσιν· ἀλλὰ χάρις τῷ ἐνδυναμώσαντί σε Χριστῷ πάντα παριδεῖν ὑπὲρ ἑνὸς μόνου τοῦ μὴ ἀσεβῆσαι, ὃ γενήσεταί σοι εἰς κλέος ψυχῆς, εἰς δόξαν ἀνθρωπίνην, εἰς ἀρετῆς αὔχημα, εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν· ἐνέγκωμεν οὖν ἀδελφὲ τὴν διὰ τὸν κύριον φρουρὰν, τὴν θλίψιν, τὴν στενοχωρίαν· ἀνθ᾽ ὧν ἀνατελεῖ σοι εὐφροσύνη αἰώνιος, ζωὴ ἀτελεύτητος· καὶ τὰ νῦν δὲ ἄγγελός ἐστιν ὁ περιέπων σε, ὑφέστιός σοι γιγνόμενος, αἰνοῦσίν σε οἱ γνώριμοι, εὐφημοῦσιν οἱ ὀρθόδοξοι· πάντά σοι εἰς καλὸν συντρέχει καὶ συνδραμεῖται τελειοῦντι ἰσχύει Χριστοῦ τὸν δρόμον· σήμανόν μοι εἰ δύνῃ καὶ αὐτὸς τὰ σαυτοῦ διὰ γραμμάτων· προσευχόμενός μοι ἀδελφὲ ἀνεπιλήστως· ὅτι ἁμαρτωλός εἰμι ὑπὲρ πάντα ἄνδρα.

· Contents ·