Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 201: To the Same
σα΄. Τῷ αὐτῷ.
Ἐξ ἀγώνων εἰς ἀγῶνας, καὶ ἐκ θλίψεως εἰς θλίψεις τὰ καθ᾽ ὑμᾶς τέκνον μου Ναυκράτιε ὁ ἐπιπόθητος καὶ ἀειπόθητος· ἀλλ᾽ ἀνθ᾽ ὅτου ταῦτα διὰ Χριστὸν, οὐκοῦν οὐ λυπηρὰ ἀλλὰ καὶ λίαν περιχαρῆ· ἐχαρίσθη καὶ ἡμῖν ἀπὸ θεοῦ τὸ ὑπὲρ Χριστοῦ πάσχειν· νῦν χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν, φωνή ἐστι τοῦ ἀποστόλου συμβαλλομένη καὶ ἡμῖν τοῖς ἀναξίοις· ἐπειδὴ πάντα ἐγράφη πρὸς νουθεσίαν ἡμετέραν· ἵν᾽ ὁπόταν ἐν τοῖς ὁμοίοις καιροῖς ἐμπίπτωμεν, ἔχοιμεν τὰ φάρμακα, τῆς σωτηρίας· διεῖλαν καὶ τὸ μοναστήριον ὡς ἔμαθον οἱ ἄνθρωποι κατὰ ἄμυναν, ἀλλὰ δύο ταῦτα· ἓν μὲν, ὅτι οἶδεν ὁ θεὸς τὰ κακῶς διαιρεθέντα καλῶς ἑνοῦν, ὁπόταν βούλοιτο· ἕτερον δὲ, ὅτι ὑπὲρ Χριστοῦ καὶ ὁ ἐν Ἐδὲμ παράδεισος ἡμῖν καταφρονητέος· πλὴν ὅτι καὶ ἡμεῖς καὶ οἱ διειλάμενοι καὶ πᾶς τις, ξένοι καὶ παρεπίδημοι πάσης τῆς γῆς· οὕτω μὲν ταῦτα· πῶς δὲ ἕξει τὰ καθ᾽ ὑμᾶς ἀσχάλλω μαθεῖν· τὰ γὰρ ἡμέτερα ἤδη διέγνωσται; καὶ φέρομεν μεθ᾽ ὑπομονῆς κυρίου ἡμέραν ἐξ ἡμέρας τὴν κάκωσιν· ὅμως τί καὶ πεπόνθαμεν· «οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς», ἐάν περ τελείως ἀγωνισώμεθα ἀδελφέ· διὸ προσεύχομαι ὁ τάλας στεφανίτας ὑμᾶς ἀναδειχθῆναι, Χριστὸν ἔχοντας συναθλοῦντα ἡμῖν ἐν πᾶσιν· ἐρώτα καὶ αὐτὸς περὶ ἡμῶν τὸν κύριον, σώζεσθαι ἡμᾶς παντὶ τρόπῳ ἀπὸ τοῦ πονηροῦ· προσαγόρευσον τοὺς συνάθλους σου ἀδελφούς.