Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 202: To Silvanus, His Son

σβ΄. Σιλουανῷ τέκνῳ.

Ἀξίαν τῆς εὐλαβείας σου, τέκνον ἐπιπόθητον, ἐχάραξάς μοι τὴν ἐπιστολήν· καί γε ἀνέθην καὶ ἐδόξασα τὸν ἀγαθόν μου θεὸν, ὅτι σου ἡ πίστις ἡ εἰς ἐμὲ τὸν ἁμαρτωλὸν ζῇ, καὶ ἡ ἀγάπη πυροβολεῖ, καὶ ὁ πόθος ἀκμάζοι· οὕτω κἀγὼ πρὸς σὲ, μικρὸν λυπῶ, μικρὸν καθάπτομαι, καὶ τοῦτο ἐν φόβῳ, ἵνα τὰ προειρημένα συντηρηθείη, εἴπερ ὁ ἀγαπῶν ἐπιμελῶς παιδεύει· φυλαχθείης οὖν μοι υἱέ μου ἀγαπητὲ, ὡς υἱὸς φωτὸς ἐν τῷδε τῷ σκοτεινῷ χρόνῳ τῆς χριστομανίας· ὅπως δὲ ἐγκέκλεισμαι μετὰ τὸ δαρῆναί με σὺν τῷ ἀδελφῷ Νικολάῳ, ὁρῶν τὸ Χ ἀκριβῶς μαθήσῃ· θέλω γὰρ συνοψίζεσθαί σε αὐτὸν ὅπου εὐοδοῦται ὑμῖν· ἐπειδὴ καὶ διὰ στόματος χρεία διαλέξεως· καὶ τί ἀπεσχοίνισας ἀδελφὲ οὕτως; μὴ, παρακαλῶ· συνέρχεσθε εἰς ταυτὸν, ἵνα λυσιτελῇ ἀμφοτέροις, καί γε ἐμοὶ τῷ ταπεινῷ· ὃν ἀεὶ λαμβάνειν ἐν τῇ προσευχῇ σου μὴ κατόκνει εἰς τὸ εὐαρεστεῖν με κυρίῳ καὶ διασώζεσθαι ἀπὸ τοῦ πονηροῦ· ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε.

· Contents ·