Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 203: To Anna the Nun

σγ΄. Ἄννῃ μοναζούσῃ.

Αἱ πρὸς τὰ τέκνα τῶν μητέρων ἀποστροφαὶ, πρόσκαιρόν πως εἰσίν· ὑπὸ γὰρ τῆς φύσεως εὐθὺς συνεικόμεναι, πρὸς ἑαυτὰς ὑποστρέφουσιν αὐτὰ, διπλοῦν τὸ φίλτρον αὔξουσαι, καὶ τὰ καταθύμια αὐτοῖς ἐν πᾶσι παριστῶσαι· τί δή μοι βούλοιτο δηλοῦν τὸ προοίμιον; ὅτι καὶ πρὸς ἡμᾶς τοὺς ταπεινοὺς ἡ σεβασμιότης σου μικρὸν ἀγανακτήσασα, πάλιν οὐκ ἤνεγκε μὴ τὰ τῆς συνήθους ἀπαθείας ἐνδείξασθαι ἐν κυρίῳ σπλάγχνα· διὰ τοῦτο μητροπρεπῶς καὶ ἐδωροφόρησε, καὶ ἀπελογήσατο, τὸν οἶκτον διπλασιάσασα τοῦ ἐλέους· χάρις οὖν τῷ θεῷ τῷ διὰ λύπης χαρὰν γεννήσαντι καὶ ἐν ἡμῖν τοῖς ἁμαρτωλοῖς· τίς γάρ ἐστι φησιν ὁ εὐφραίνων με, εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; εἰ καὶ μὴ ἐσμὲν ἄξιοι τοῦ λόγου ἡμεῖς· χαρισθείης μοι ἐπὶ πολὺ καὶ λυποῦσα καὶ εὐφραίνουσα, καὶ μὴν καὶ προσευχομένη μοι τὴν σωτηρίαν, ὡς κἀγὼ ἀεὶ περὶ τῆς ἁγιωσύνης σου.

· Contents ·