Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 204: To Ignatius, His Son
σδ΄. Ἰγνατίῳ τέκνῳ.
Ὁσάκις ἂν δέξωμαί σου γράμμα, εὑρίσκων σου τὴν ἀληθινὴν πίστιν καὶ ἀγάπην ἣν ἔχεις πρός τε τὸν θεὸν καὶ τὴν ταπείνωσίν μου, χαίρω ὁμοῦ καὶ δοξάζω τὸν κύριον μου, τέκνον ἠγαπημένον· εὐχόμενός σε προσμένειν ἐν ταύταις, δι᾽ ὧν καὶ ψυχὴ καθαίρεται, καὶ παρασκευὴ πάρεστιν ἀθλήσεως· μὴ γὰρ πάντως οἴου ἐκπεφευγέναί σε τοὺς διώκτας τοὺς ἀδελφούς σου ὁρῶν ἐμπαρέντας· ἑτοιμάζου οὖν λοιπὸν μὴ καταπτήσσων· θεὸς μετὰ σοῦ· τοῦτο δὲ λέγω οὐχ ἵνα ἐπεισάξῃς ἑαυτὸν, ἀλλὰ φεύγων μή πως καταλειφθῇς καὶ μὴ εὑρεθῆς ἀπαρασκεύαστος· ἔστω οὖν ὁ θεὸς μετὰ σοῦ, ὅπως ἂν καὶ οἰκονομῇ σου τὴν ζωήν· δέομαί σου, τέκνον, δόξασον τὸν θεὸν ἐν τῷ σώματί σου καὶ ἐν τῷ πνεύματί σου· οὗ δὲ εἵνεκα ὑπέμνησας, οὐχ οὕτως ἐγὼ, ἀλλὰ ἁμαρτωλὸς σαθρὸς, οὐ ῥιψοκινδύνως ἄρτι λαλῶν, ἀλλὰ γὰρ καὶ μετὰ πολλῆς συνοχῆς καὶ δέους, μήτε ὑπερτείνειν μήτε καθυφίεσθαι· εἰ καὶ τὰ νῦν τύψαντες ἡμᾶς, ἀσφαλῶς ἐνέκλεισαν σὺν τῷ ἀδελφῷ Νικολάῳ· προσεύχου τοίνυν υἱέ μου φρουρεῖσθαί με ἐν κυρίῳ ἐν τῇ φρουρᾷ, καὶ ἕτοιμον εἶναι εἰς ὃ καὶ καλεῖ παθεῖν δι᾽ αὐτὸν ἕτερον· προσαγορεύει ὁ ἀδελφός· πρόσειπε τῷ ἀδελφῷ συνετῷ.