Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 205: To Theophanes, Abbot and Confessor

σε΄. Θεοφάνει ἡγουμένῳ καὶ ὁμολογητῇ.

Φίλον παιδὶ πατρικὴ προσφώνησις, ὥσπερ καὶ τὸ ἔμπαλιν· διὰ τοῦτο καὶ πάλιν μοι τὸ γράμμα, ἐπεὶ ἐγὼ σὸς υἱὸς ἐν κυρίῳ· ἀλλὰ φεῦ ὅτι οὐκ ἐοικὼς τῇ πατρῴᾳ ἀρετῇ· πλὴν ὅτι δόξα μοι τὰ παθήματα τῆς ὁμολογίας σου· ἄνθρωπος ἐν γήρει, ἐν νόσῳ χαλεπωτάτῃ, κλινήρης ὅλος, ἀλγυνόμενος σφόδρα, θανατούμενος καθ᾽ ἑκάστην, καὶ τῆς ὁσίας μονῆς ἀποικισθῆναι, καὶ τῆς ἱερᾶς ἀδελφότητος διαιρεθῆναι, καὶ ὑπὸ φυλακὴν τηρεῖσθαι, καὶ τῆς ἀναγκαίας ὑπηρεσίας ἀμοιρεῖσθαι· καὶ πρὸς μηδὲν τῶν εἰρημένων κατακάμπτεσθαι εἵνεκα τῆς Χριστοῦ ἀγάπης, ἀλλ᾽ ἐνίστασθαι καὶ ὁμολογεῖν, καὶ πρὸς τὰς πεύσεις τὰς ἀποκρίσεις διδεῖν· μαρτυροστεφὴς ὡς ἀληθῶς ὁ τοιοῦτος, ὦ μακάριε πάτερ· ὡς μέγα σου τὸ κλέος, ὡς πολύαθλόν σου τὸ ἀγώνισμα· ἑκούσιά σοι λογιζόμενα παρά τε θεῷ καὶ τοῖς εὐγνώμοσι, τὰ ἀκούσια τῆς ἀσθενείας ἀλγήματα διὰ τὴν Χριστοῦ μαρτυρίαν· ἐστήριξας τοὺς ὀρθοδόξους, κατήσχυνας τοὺς ὑπεναντίους· προσθείην δ᾽ ἂν καὶ προφασιζομένους προφάσεις ἐν ἁμαρτίαις εἴτ᾽ οὖν ἀσθενείαις, ἢ τισὶν ἄλλαις αἰτιολογίαις· ἀλλ᾽ ὁ ἀρχηγὸς τῆς ὁμολογίας σου Χριστὸς, καὶ τελειωτὴς εἴη σοι, προσευχομένῳ περὶ ἐμοῦ τοῦ παιδός σου τὰ αὐτά· εἰ πάρεστιν ὁ πατὴρ μου καὶ ἔξαρχος, προσαγορεύω ὁ ταπεινός.

· Contents ·