Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 206: To Leo the Patrician
σϛ΄. Λέοντι πατρικίῳ.
Ὀφειλέτης εἰμὶ οὐ χάρτην καὶ μέλαν, ἀλλ᾽ εἰ ἐνδέχοιτο δέρμα καὶ αἷμα ἀποστέλλειν τῇ ἁγίᾳ σου ψυχῇ, οὕτως ἐπιδούσῃ ἑαυτὴν ἔκπαλαι τῇ ταπεινώσει μου· καὶ ὁμηρομένη οὐ μόνον τὰ κατὰ σῶμα, ἀλλὰ γὰρ καὶ τὰ κατὰ πνεῦμα· καὶ μὴ ἀπιστήσῃς ὃ μέλλω λέγειν, δέσποτα· ἔστι γὰρ ἀληθὲς, ὅτι ἂ μήτε ἱεράρχαι, μήτε ἱερεῖς, μήτε μὴν μονασταὶ καὶ μιγάδες, ἢ τίς ἄλλος σχεδὸν οἰκεῖος καὶ φίλος εὐηργέτησεν ἢ ἐφρόντισεν ἐπ᾽ ἐμοὶ, ταῦτα ἡ σὴ εὐσέβεια ὑπερβαλλόντως ἐνεδείξατο εἰς ἐμέ· καὶ εἰ οἷον τε ἦν ἐπιδεῖν τὴν καρδίαν μου τὴν μεγαλωσύνην σου, ἐθαύμασεν ἑαυτὴν μεγάλως ἄν· ἀλλὰ ταῦτα μὲν ἐν τούτοις, καὶ οὔ τί που παύσοιμι ἐπιστέλλειν, τάχα γε καὶ μετὰ θάνατον ἀοράτως ἀοράτῳ· νῦν δὲ ἐκεῖνο ὁ τάλας εὔχομαι διαφυλαχθῆναί σε ἀσινῆ ψυχῇ τὲ καὶ σώματι, καὶ διαφυγεῖν εἰ καὶ μὴ τοῦ καπνοῦ, ἀλλά γε τοῦ αἱρετικοῦ πυρός· προσεύχου καὶ ὁ δεσπότης μου περὶ τῆς ταπεινώσεώς μου· ἵνα ὃ ἐνήρξατο Χριστὸς δωρεὰν ἐν ἡμῖν τοῖς ἀναξίοις, καὶ τελειώσειεν, ῥυόμενος ἐξ ὁρωμένων καὶ ἀοράτων ἡμᾶς ἐχθρῶν.