Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 207: To Gregoras, a Layman

σζ΄. Γρηγορᾷ λαϊκῷ.

Ἐπέγνων σου ἄνθρωπε τοῦ θεοῦ τὴν ἐπιστολήν· ἀλλ᾽ ἰδού σοι καὶ ἕτεροι ὁμολογηταὶ τοὺς περὶ τὸν οἰκονόμον λέγω· ἔχου τοῦ ἁγίου ἔργου σου, τῆς ἐν κυρίῳ προσφορᾶς σου· ἱερούργησον ἑαυτὸν διὰ τῆς ὑπηρεσίας· εἰ καὶ ὑποκίνδυνον τὸ ἐγχείρημα, ἀλλὰ θεὸς ὁ ἐξαιρούμενος· αὐτὸς γάρ σε κατέστησεν ὑπηρέτην τῶν μαρτύρων αὐτοῦ, ἀλείπτην τῶν ὁμολογητῶν, βοηθὸν τῶν ὀκλαζόντων· διέρχου τὴν θείαν διακονίαν σου· Χριστὸς προπορευόμενός σου, μὴ πτοοῦ· τοὺς ἰσχάδας λόγῳ ἐδεξάμην ἀλλ᾽ οὐκ ἔργῳ διὰ τὸν ἐγκλεισμόν· ἐπέστειλα τῷ πρεσβυτέρῳ, καὶ χάρις τῷ θεῷ ὅτι συνδιακονεῖ σοι παρὰ θεοῦ κληθείς· προσεύχου περὶ ἡμῶν ἀδελφὲ καὶ κοινωνὲ τῶν παθημάτων.

· Contents ·