Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 208: To Naucratius, His Son
ση΄. Ναυκρατίῳ τέκνῳ.
Ὅτι ζῇς ἐν κυρίῳ, καὶ διαμένοις ἄτρεπτος τῆς ἐν πίστει θεοῦ ἀληθείας, μαθὼν διὰ τοῦ γράμματός σου, τέκνον μου καὶ ἀδελφὲ ἐπιπόθητε, ηὐχαρίστησα περιχαρῶς λίαν τῷ ἀγαθῷ θεῷ ἡμῶν· καὶ γὰρ εἰ καὶ περὶ πάντων μοι μέριμνα τῷ ἁμαρτωλῷ, ὅμως ἐναγώνιος σὺ ὁ διαφερόντως ποθητός τε καὶ τίμιος· οὐχ ἁπλῶς, ἀλλ᾽ ὡς τῶν ἁπάντων προύχων ἐν τῇ ἀδελφότητι· καὶ ὅτι ἐν ἄρκυσι μᾶλλον ὑπάρχεις τῶν ἀσεβούντων· ἀλλ᾽ ὅπη θεὸς καὶ θεοῦ ἀλήθεια ἐκεῖ ἀσθενεῖ τὰ ἀνθρώπινα· οὐδὲν γὰρ οὐδαμῶς δύναιτ᾽ ἂν μετακινῆσαι τὸν οὕτως βεβαιόπιστον, κἂν ἡ γῆ ταράσσοιτο, κἂν μετατίθοιντο ὄρη ἐν καρδίαις θαλασσῶν καθὼς ἄδει ὁ ἅγιος Δαυίδ· διὸ διψυχίαν ἀποθέμενοι πᾶσαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν· ὃς δῴη δύναμιν καὶ κραταίωσιν ἐνεγκεῖν ἡμᾶς τὰ ὑπὲρ αὐτοῦ παθήματα μέχρις αἵματος, ἤγουν θανάτου· καὶ μακάριος ὃς πιστεύσει ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις ὑπ᾽ αὐτοῦ· οὐκ ἐᾷ με ὁ χρόνος μακρηγορεῖν ἕτερόν τι, ἢ τοῦτο προστίθημι, τοῦ ἐπὶ πλέον προσκεῖσθαί σε τῷ θεῷ ἐν θερμῇ δεήσει, τῆς αὐτῆς σοι μερίδος, καὶ τῶν οἷος σὺ, μέτοχόν με τὸν ἀνάξιον διὰ τὰς ἁμαρτίας γενέσθαι· ὁ σὺν ἐμοὶ ἀδελφός σου προσαγορεύει.