Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 209: To Proterius, His Son

σθ΄. Προτερίῳ τέκνῳ.

Ὡς βαρεῖα ἡ ἐπιστολή σου τέκνον, τοιαῦτα καὶ τηλικαῦτα μηνύσασα, ὥστε με ἀκούσαντα καταπλαγῆναι τὰς ἀκοὰς καὶ ὀδυνηρὸν στενάξαι· ἀλλ᾽ ὅμως ἐνεκτέον καὶ προσευκτέον σφόδρα ἵλεω θεὸν ἐκ φιλανθρωπίας γενέσθαι, φείσασθαί τε τῶν ἁγίων ἐκκλησιῶν, καὶ μὴ δοῦναι τὴν κληρονομίαν αὐτοῦ εἰς ὄνειδος· ὁ γάρ τοι καπνὸς μεγάλου πυρὸς ἄγγελος· ὃς εἰ μὴ διασκεδασθείη πνεύματος ἁγίου αὔραις, ἐμπρήσειεν ἅπαντα· γρηγορεῖτε φησὶν ὁ ἀπόστολος, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε· οἱ ἄνεμοι ἔπνευσαν, ἦλθον αἱ βροχαὶ εὐαγγελικῶς προσρήσσοντες τῇ οἰκίᾳ· μακάριος ὁ ἐπὶ τὴν πέτραν Χριστὸν τεθεμελιωμένος· ὃς οὐ πτοηθήσεται, ἀλλ᾽ ὑπερέξει καὶ μετὰ Χριστοῦ νικήσει, καὶ μετὰ μαρτύρων χορεύσει αἰώνια· δεῖ οὖν ἐλθεῖν τὰ σκάνδαλα, ἵνα οἱ δόκιμοι Χριστοῦ φανεροὶ γένωνται· δεῖξον οὖν τὴν ἐπιστολὴν, εἰ δυνατὸν, τοῖς ὁμολογηταῖς ἀδελφοῖς, ἐπεὶ καὶ τοῖς ἀναποκλείστοις· μακάριοι γὰρ κἀκεῖνοι διωκόμενοι καὶ ὑπὸ σκέπην θεοῦ διαφέροντες τὸν διωγμόν· περὶ δὲ ἡμῶν οὐδεὶς λόγος ἢ μόνον τοῦτο, ὅτι ἐλθὼν ἄνθρωπος τοῦ στρατηγοῦ καὶ ὑπαλλάξαντος παραφύλακα, ἐζήτησεν ἰδεῖν ἡμᾶς· ἐπεὶ δὲ ἴδεν, οὔτε προσεκύνησεν, ἡμῶν ποιησάντων σέβας διὰ τῆς θυρίδος, οὔτε ἐχαιρέτισεν, ἀλλ᾽ ἅμα τοῦ ἰδεῖν, ὥχετο· ἐάν τι ἄλλο γίνοιτο, δηλώσειεν ὁ χρόνος· τὸ Η λαβέτω τὰς ἐπιστολὰς, ἃς φέρει ὁ γραμματηφόρος, καὶ ἀπείτω ἐν κυρίῳ τὴν ὁδὸν αὐτοῦ· αὐτὸς δὲ μετὰ τὸ ἐκστρατεῦσαι τὸν βασιλέα τότε ἴθι, φέρων ἡμῖν τὰ συμβεβηκότα καὶ τὰς τῶν ἀδελφῶν ὑγιείας· σώζοιο καὶ σὺ τέκνον μου ἀγαπητὸν, ἐν κυρίῳ ἀσινὴς ἀπὸ τῶν συνεχόντων πειρασμῶν· οἱ ἐν κυρίῳ κοιμηθέντες ἀδελφοὶ μακάριοι εὔξονται ὑπὲρ ἡμῶν.

· Contents ·