Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 210: To Abbot John
σι΄. Ἰωάννῃ ἡγουμένῳ.
Παρὰ τὸ ἀρθῆναι τὸν ἀδελφὸν ἡμῶν τὸν θεοφιλέστατον ἀρχιεπίσκοπον τῶν αὐτόθι· εἶτα καὶ τὸ μὴ δέξασθαι ἡμᾶς ἀντίγραφα ὧν ἀπεστείλαμεν τῇ πατρικῇ σου ἁγιωσύνῃ, ἡ ἔλλειψις τῶν ταπεινῶν ἡμῶν γραμμάτων· καὶ τρίτον τὸ κατέχεσθαι ἡμᾶς νῦν ἀσφαλῶς, οὐκ ἔδωκεν ἡμῖν καιρὸν τῆς ἐν τοῖς γράμμασιν ἡδίστης σου ὁμιλίας· ἀλλὰ νῦν εὐοδώσαντος τοῦ κυρίου, καὶ ἐπιστέλλομεν καὶ προσαγορεύομέν σε γνησιώτατα, οἱονεὶ ἐπὶ προσώπου σε τῇ τοῦ νοῦ θεωρίᾳ λαμβάνοντες, καὶ συμπλεκόμενοι τῷ πνευματικῷ σου καὶ ἁγίῳ πόθῳ· καὶ γὰρ οὐκ ἔξω τῆς ταπεινῆς ἡμῶν ψυχῆς ἡ θεοφιλία σου, ἀλλὰ ἄγαν στεργομένη καὶ ἀγαπωμένη καὶ εἰσαεὶ ἀναστρεφομένη· ἐπαινῶ σου τὸ φιλόθεον, δοξάζω τὸ ἐγκρατὲς, τὸ πρὸς τὸν πλησίον ἀγαπητικὸν, τὸ ἁπλοῦν, τὸ εὐχαρὲς, τὸ εὐαπάντητον· ἔχεις γὰρ οὐ ταῦτα μόνον ἀλλὰ καὶ πλείω ὧν εἴρηκα χάριτι Χριστοῦ· ἄρτι δι᾽ οὖν ὑμνῶ σου καὶ τὸ ἐνστατικὸν ἐπὶ τῇ ὁμολογίᾳ Χριστοῦ· καί γε οὐκ ἦν δίκαιον ἄμοιρόν σε εἶναι τοῦ τηλικούτου ἐγκωμίου τὸν ὑπὸ τοσούτων κατωρθωμένον· ἀλλ᾽ ὥσπερ κεφαλίδα τινὰ τοῖς λοιποῖς ἐγκαλλωπίζεσθαι· εἰ δὲ ὅτι ἐκτέταται ὁ διωγμὸς, μὴ θαυμάζωμεν, πάτερ· οὕπω ὡς ἐπὶ τῶν πάλαι τὰ νῦν· δεῖ ἡμᾶς ἔτι πειρασθῆναι εἴπερ ἐν ἴχνεσι τῶν ἁγίων ἡμῶν πατέρων ἐφιέμεθα εἶναι· πλὴν πιστεύω ὅτι οὐ χρονιεῖ κύριος ἐπισκοπὴν ποιήσασθαι· μόνον εἰ ἡμεῖς τὸ εὐχάριστον ἐν τοῖς θλιβεροῖς πρὸς αὐτὸν ἀποσώζοιμεν· γράφε οὖν ἡμῖν καὶ αὐτὸς, παρακαλῶ· ὁμοῦ τὲ καὶ προσεύχου διασώζεσθαι ἡμᾶς τοὺς ἀναξίους, ὡς ἂν ἔχωμεν ἀφορμὰς τοῦ ἀντεπιστέλλειν· τοὺς δὲ ἠξιωμένους τῇ ὁσιότητί σου ὑπηρετεῖν, πλεῖστα προσαγορεύω.