Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 22: To a Chandler

κβ΄. Κηροπράτῃ.

Ἐν ταῖς ἡμέραις ταύταις μέγα φιλίας καὶ εὐσεβείας δεῖγμα χαιρετισμὸς καὶ προσηγορία ψιλὴ εἰς τοὺς διὰ Χριστὸν ἐξωρισμένους· τὸ δὲ καὶ δωρεὰς ἀποστέλλεσθαι, πολλοῦ ὅτι μάλιστα τοῦ πόθου καὶ τοῦ θείου ζήλου· τοιοῦτος ὁ ἠγαπημένος μου δεσπότης πρὸς τὴν ταπείνωσίν μου· καὶ αἱ ἀποστολαί σου ἡδεῖαι φωτὸς ὑπεκκαύματα· σύμβολα τοιαῦτα τῆς κατὰ ψυχήν σου καθαρότητος, καὶ τῆς κατὰ τὸ φρόνημα ὀρθοδόξου τηλαυγήσεως· νῦν γὰρ ὡς ὁρᾶς ἐν νυκτὶ τὰ τῆς ἐκκλησίας, καὶ ζάλῃ καταποντιζούσῃ οὐ σώματα, οὕπω γὰρ τὸ δεινὸν, ὅσον τὸ ψυχὰς εἶναι τὰς ἀθανάτους τὰς ναυαγούσας· καὶ ὦ τῆς δεινῆς συμφορᾶς· πυρσοῦ μὴ φαινομένου, μὴ δ᾽ αὖ λιμένος ἐν τοῖς αὐτόθι· φυλάττου τοιγαροῦν, ἀγαπητὲ, κυβερνώμενος ὀρθοδόξως, ἀκαταβαπτίστως ταῖς αἱρετικαῖς τρικυμίαις, εἰς οὐρανὸν ἀνατείνων τὸ ὄμμα, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα τὸν κύριον τῆς δόξης, ὃν ἀτιμάζειν τολμῶσι δι᾽ ἀτιμίας τῆς αὐτοῦ εἰκόνος οἱ τὰ ἰουδαίων ἴσα πράττοντες· αὕτη ἡμῶν ἡ μικρὰ προσφώνησις εἰς ἀντίδοσιν ἀγάπης τῇ φιλουμένῃ σου τιμιότητι, μετὰ καὶ προσευχῆς ἡμῶν ἁμαρτωλῆς, μὴ ἐχόντων ἄλλο ἀμοιβαῖον δῶρον.

· Contents ·