Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 211: To Nicholas the Baker

σια΄. Νικολάῳ μάγκιπι.

Ὅτι μνημονεύω σου, φίλε καλὲ, ἰδοὺ τὸ γράμμα μάρτυς· πῶς δέ σου καὶ ἔστιν ἐπιλαθέσθαι οὕτω περὶ ἡμᾶς λίαν καλῶς διακειμένου, μᾶλλον δὲ πρὸς Χριστόν; τί τοῦτο; ὅτι ἐν μέσῳ πυρὸς τῶν αἱρετικῶν διαμένοις ἄφλεκτος, πηγαζομένην ἐν τῇ σεαυτοῦ καρδίᾳ ἔχων τὴν ὀρθοδοξίαν, ἐν ᾗ καὶ διαφυλαχθείης μέχρι τέλους· τοῦτο τὸ πρῶτον καὶ μέγιστον· δεύτερον τὸ τοὺς ἀδελφοὺς ἡμῶν εὑρίσκειν σε εἰσερχομένους ἐν τοῖς αὐτόθι, λιμένα σωτηρίας ἐκ τῆς κυμαινούσης αἱρέσεως τοὺς πάντας· ἐν ᾧ ἀναψύχοντες διὰ τῆς ἐν ἅπασί σου φιλοφρόνου δεξιώσεως, πάλιν ἀφίκονται πρὸς ἡμᾶς· πόσης οὖν ἡμᾶς εὐφροσύνης τοῦτο ἐμπίπλησι· πόσης δὲ οὖν θείας θεραπεύσεως μισθός σοι λογισθήσεται· εἴπέρ φησιν, ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· Χριστὸν οὖν ἀδελφὲ εἰσδέχῃ διὰ τῶν ἀδελφῶν, κἀκεῖνον ἀναπαύοις· κἀκεῖνός σε προσλήψεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἀνθ᾽ ὧν ἐνταῦθα αὐτὸν ξενίζεις διὰ τῶν ἀδελφῶν· ἕρρωσο ἐν κυρίῳ.

· Contents ·