Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 212: To Constantine, a Layman
σιβ΄. Κωνσταντίνῳ λαϊκῷ.
Πολυτρόπως ὁ θεὸς τὰς τῆς σωτηρίας ὁδοὺς ἤνοιξεν ἡμῖν· ἐν παντὶ μὲν καιρῷ, νῦν δὲ μάλιστα ὁπότε τὰ σκάνδαλα εἰσῆλθον ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ καὶ δοκιμάζονται οἱ πιστοὶ τοῦ θεοῦ ὡς ἐν χωνευτηρίῳ· οἱ μὲν οὖν ἀθλοῦσιν ἐν φυλακαῖς τηρούμενοι διὰ τὸν λόγον τῆς ἀληθείας, τυφθέντες καὶ ἐτασθέντες ἕτεροι· ἄλλοι τὴν φυγαδείαν εἵλαντο δευτερεύοντες τοῖς παθήμασι· τινὲς μὲν διατρέχουσι λόγον ἐπιφερόμενοι βοηθείας· ἔνιοι δὲ κρύβδην διακονοῦσι τοῖς φρουρουμένοις· οἱ δὲ καθ᾽ ὁδὸν ὑποδέχονται τοὺς διερχομένους κατὰ κύριον· αὖται αἱ ὁδοὶ καὶ ἔτι πλείους· σὺ οὖν ὦ ἄνθρωπε τοῦ θεοῦ καὶ πιστὲ θεράπων, ὡς μανθάνω, εἷς ἐκ τῶν τοιούτων ὑπάρχεις, ξεναγαγὼν τοὺς ἀδελφοὺς ἡμῶν ὁδοιποροῦντας ἐν Χριστῷ· μακάριος εἶ, καὶ καλόν σοι ἔσται· θεῷ προσφέρεις τὴν χάριν· ἔχου παρακαλῶ τῆς ἐργασίας, ἧς κρατεῖς, ὅπως συναθλῶν τοῖς πονοῦσιν ἐν τούτῳ, καὶ συναπολήψῃ τοὺς μισθοὺς παρὰ τοῦ πάντα μετροῦντος θεοῦ τὰ γινόμενα.