Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 213: To Proterius, His Son
σιγ΄. Προτερίῳ τέκνῳ.
Ἐθροήθην τέκνον μου ἠγαπημένον ἐν τῇ παρουσίᾳ σου· ἀλλ᾽ ἐπ᾽ ἂν ἀνέγνων τὴν ἐπιστολήν σου, οὐκ οἶδα εἰ ἰδιόχειρόν σου· ταχὺ γὰρ ἐξέμαθες· καὶ χάρις κυρίῳ, τῆς θροήσεως ἀπηλλάγην εὐχαριστήσας τῷ θεῷ, καὶ ἀνεπαυσάμην ἐφ᾽ οἷς καλῶς ἐβουλεύσασθε, ὁ μὲν ἀπάραι ἐν ἄστει, ὁ δὲ πρὸ τοῦ πάσχα παραγεγονὼς καί γε μετὰ τῶν ἐφοδίων τῆς ἑορτῆς· ἀνθ᾽ ὧν θρέψειέν σε ὁ κύριος τοῖς πνευματικοῖς χαρίσμασιν οὕτω περιπονούμενον εἰς τὴν ταπείνωσιν ἡμῶν· ὑγιαίνομεν οὖν σωματικῶς· εἰ δὲ προσεύχεσθε, καὶ πνευματικῶς· ὥστε τῆς ἐφ᾽ ἡμῖν ἀγωνίας ἀφέμενος, μετ᾽ ἐλπίδος καὶ χαρᾶς θερμότερος ἔσο τῇ προσευχῇ· θεοῦ γὰρ χάριτι καὶ εὐχαῖς τοῦ μακαρίου μου πατρὸς, σὺν ἱκεσίᾳ καὶ ὑμῶν, διανύομεν εὐχαρίστως καὶ μακροθύμως καὶ ὑπομονητικῶς τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἕτεροι ἐξ ἑτέρων γεγονότες παρ᾽ ἐλπίδα· καὶ τοσοῦτον, ὡς οὐκ ἄν ποτε ἐγενόμεθα ἐξότε γινώσκομεν καλόν τε καὶ κακόν· θεοῦ τὸ δῶρον, οὐκ ἐξ οἰκείων ἔργων· μόνον ἐάν περ καὶ πρὸς τὸ ἑξῆς μὴ ἐκκακήσητε παρακαλεῖν τὸν θεὸν ὑπὲρ ἡμῶν, ὥσπερ καὶ ἡμεῖς ὑπὲρ ὑμῶν· τὸ πρόβλημα ἐπεὶ ἄπορον εἴασεν ὁ πατὴρ, πῶς δυνάμεθα ἡμεῖς διαλῦσαι οἱ ἀμαθεῖς; πλὴν ἡ παροῦσα αἵρεσις, ἄρνησις Χριστοῦ ἔστιν ἀσφαλῶς· καὶ δῆλον μὲν καὶ ἐξ ἄλλων, δῆλον δὲ καὶ ἐκ τοῦ λέγειν ἐν τῷ πατερικῷ πρὸς τὸν πολεμούμενον ὑπὸ τῆς πορνείας· συμφέρει σοι μηδεμιᾶς ἑταιρίδος ἀπόσχεσθαι, ἢ τὴν εἰκόνα Χριστοῦ μὴ προσκυνεῖν· ὥστε οὐχ ἡ τυχοῦσα αἵρεσις, ἀλλὰ ἀρνησίχριστος· καὶ τοὺς προβαλλομένους τὸ τοῦ Κλίμακος ἄπορον ἐπὶ τοῦ ἐμπεσεῖν εἰς πορνείαν, ἢ αἱρέσει ἁλῶναι, ὡς θατέρου αἱρετωτέρου ὄντος μᾶλλον, φοβήτω ἡ ἐν τῷ πατερικῷ ἀπόφασις, καὶ μήτε εἰς πορνείαν, μήτε ἐν τῇ χριστομάχῳ αἱρέσει ἐμπαρήτωσαν· καθ᾽ ἑκάτερον γὰρ μοιχεία· καὶ ἔτι πλείονα εἶχον λέγειν, ἀλλ᾽ οὐ χωρεῖ τὸ γράμμα· ὑγιαίνων ὑπόστρεφε προσαγορεύων τοὺς ἀδελφοὺς, καὶ πάλιν ἐρχόμενος ὅτε εὐοδώσει κύριος φθάσαι τοὺς ἀδελφούς.