Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 214: To Zacharias the Consul
σιδ΄. Ζαχαρίᾳ ὑπάτῳ.
Ἐγὼ καὶ γράφω πάλιν καὶ γράφειν οὐ παύσομαι, ἀπολογούμενος καὶ ὑπερευχαριστῶν τῇ θεοφιλεῖ σου ἀγάπῃ εἵνεκα τῆς κατὰ Χριστόν σου σπουδῆς καὶ φιλαρέτου γνώμης πρὸς τὴν ἡμῶν ταλαιπωρίαν, ἣν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐνεδείξω, δωρεὰν εὐεργετῶν, δωρεὰν κατελεῶν, δωρεὰν ὑποτιθεὶς ἑαυτὸν μικροῦ δεῖν εἰς κινδύνους· οὐ τὸν καιρὸν τῆς δυσκολίας εὐλαβούμενος, ἀλλὰ τὸν ὅρον τῆς ἀγάπης ὑποφαινόμενος· οὐ τῷ πλήθει τῶν θεραπευομένων καταβαρούμενος, ἀλλὰ τῇ ἐλπίδι τῶν θείων δωρεῶν ἀναπτερούμενος, ὅπέρ ἐστιν ἀληθινοῦ χριστιανοῦ ἰδίωμα, φοβουμένου τὸν θεὸν, ἡμέραν θανάτου καὶ κρίσεως ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου Χριστοῦ ἐναργῶς διαμεριμνῶντος· τοιαύτης ἀρετῆς καὶ ἡ παρὰ θεῷ ἁρμοσθεῖσά σοι ὁμόζυγος· ἀλλὰ γὰρ καὶ οἱ παῖδες· καὶ εἰκότως, ἐπειδὴ ἀγαθῆς ῥίζης, ἀγαθὰ εἶεν ἂν καὶ τὰ βλαστήματα· δοκῶ δὲ καὶ τοὺς ὑπὸ χεῖρα τοιούτους εἶναι· διότι οἷον τὸ ἄρχον, τοιοῦτον καὶ τὸ ἀρχόμενον ὡς τὰ πολλὰ πέφυκεν ὑπάρχειν· τί οὖν ἐστιν εἰπεῖν πρὸς ταῦτα; ἢ ὅπερ ὁ θεῖος Δαυίδ; ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον· εὐλογήσοι σε κύριος ἐκ Σιὼν, καὶ ἴδοις τὰ ἀγαθὰ τῆς ἄνω Ἰερουσαλὴμ πανέστιος ὁ παμπόθητός μου δεσπότης.