Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 215: To a Steward

σιε΄. Οἰκονόμῳ.

Ἤκουσα περὶ τῆς τιμιότητός σου ὅπως καλῶς ὑπὲρ Χριστοῦ ἠγωνίσατο· μάστιξιν ὑποβληθεῖσα καὶ φυλακῇ τηρουμένῃ, καὶ ηὐχαρίστησα πάλιν τῷ καλέσαντί σε εἰς τὴν αὐτοῦ ὁμολογίαν δεσπότῃ Χριστῷ· οὐ μόνον διὰ τὸ εἶναί σε τοῦ ἁγίου σχήματος, ἀλλ᾽ ὅτι καὶ ἐν ὑποτακτίταις τελοῦντα· προσθείην δ᾽ ἂν, ὅτι περ καὶ τοῦ ἐμοῦ μοναστηρίου· τὸ γὰρ ἐκ συμβόλων εἶναι ἐν ᾧ ὁ μακάριός μου πατὴρ καὶ ὑπετάγη τῷ ἱερῷ Θεοκτίστῳ, καὶ ἠσκηκὼς ἐξέλαμψεν ἐν ἀρετῇ, ἐμοί ἐστι τῷ ταπεινῷ λογίζεσθαι τὸ σὸν κλέος καὶ μαρτύριον· εὖγε τοίνυν, ὦ καλὲ οἰκονόμε, στρατιώτα Χριστοῦ· ἡγουμένους πολλοὺς ὑπερακοντίσας, μᾶλλον δὲ καταισχύνας· εἴ γε σὺ μὲν προβάτου τάξιν ἔχων, ἀνάλωτος τῆς τῶν αἱρετικῶν θήρας ἀνεφάτης· οἱ δὲ τὸ δοκεῖν ποιμένες ὄντες, ὑπὸ τοῦ νοητοῦ λυκοθέντες θηρὸς, ἐλεεινὸν θέαμα πρόκεινται τοῖς πᾶσιν, αἱρέσει τῶν τῇδε, καὶ φειδοῖ τῆς σαρκὸς, προδεδωκότες διὰ τῆς συμπτώσεως, εἴτε κοινωνίας εἴτε καὶ ὑπογραφῆς τῶν αἱρετιζόντων, Χριστὸν τὸν θεὸν ἡμῶν τὴν μόνην ἀλήθειαν· χαῖρε λοιπὸν ποιμὴν ὡς ἀληθῶς τοῖς ἔργοις· χαῖρε μάρτυς κυρίου τὸ τελεώτερον· ἀνδρίζου πρὸς τὸ ἑξῆς· ἐμαστίχθης σὺν Χριστῷ, φυλακίζῃ ὡς αὐτός· δεῦρο δέξαι καὶ ῥαπίσματα, ἤλοις ἐμπάρθητι, λογχεύθητι, ὑψώθητι τῷ σταυρικῷ πάθει· μέχρι τοῦδε καλεῖ ἡμᾶς ὁ λόγος, καὶ ἀπαιτοίη τὸ χρέως· εἰ ἀποθάνωμεν, καὶ συζήσωμεν Χριστῷ· εἰ ὑπομένωμεν, καὶ συμβασιλεύσωμεν· τοιαῦται αἱ ἐπαγγελίαι τοῦ ἀψευδοῦς· σὺ δέ μοι, ὦ καλὲ ἀδελφὲ καὶ πάτερ ποθητὲ, μεμνῆσθαι διὰ παντὸς μὴ ἐπιλήσῃ τυχεῖν με αἰτούμενος σὺν σοὶ θεοῦ τοῦ κεκληκότος.

· Contents ·