Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 216: To Timothy, His Son

σιϛ΄. Τιμοθέῳ τέκνῳ.

Τί ἀκήκοα; καὶ σὺ τέκνον Τιμόθεε μετὰ μαρτύρων ἠράσθης θεοῦ; ζηλῶν ἐζήλωκας τῷ κυρίῳ· χαίρειν εἰπὼν τῇ φυγαδείᾳ, παραδέδωκας σεαυτὸν εἰς μαρτύριον· ὡς μακάριόν σου τὸ βούλευμα· ὡς θεόληπτον σου τὸ τῆς καρδίας διάπυρον, ᾧ καὶ πάλαι ὑπαστράπτων ἐν πολλοῖς κατορθώμασιν ἐγνωρίζου· νῦν δὲ ἀνέλαμψας τελεώτερον, μάρτυς ἀναδειχθεὶς ὡς ἀληθῶς· λέγειν ἔστιν καὶ σοὶ ἐν χαρᾷ, τὸν νῶτον μου ἔδωκα εἰς μάστιγας, καὶ τὸ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· ὡς Χριστὸς διὰ Χριστὸν, εἰ καὶ οὐχ οὕτως δοκεῖ τοῖς χριστοδιώκταις· εὐλογητὸς ὁ θεὸς ὁ ἐνισχύσας σε καταξανθῆναι ἐν ἑκατὸν καὶ πεντήκοντα μάστιξιν, καὶ μὴ προέσθαι τὴν σωτηρίαν· ἀλλὰ τοὐναντίον ἐλέγξαι τὸν τεκταίνοντα δυσσεβέστατον, οὗ αἱ μάστιγες μενοῦσιν αἰωνίζουσαι, μὴ μεταμελομένου δηλονότι· μιᾷ ῥοπῇ ἀδελφὲ καλὲ δριμυχθεὶς, οἷον αἰώνιον κλέος ἤρας· συνεβλήθης ὡς λίθος ἅγιος τῇ ἐνδομήσει τῆς ὁμολογίας Χριστοῦ, εἰς χαρὰν τῶν ἀδελφῶν καὶ συνάθλων σου, εἰς καύχημα ἐμοὶ τῷ ἁμαρτωλῷ, καί γε τῷ θεοφιλεστάτῳ ἀρχιεπισκόπῳ, ἀλλὰ γὰρ καὶ πάντων τῶν εὐσεβούντων· τίς ἀκούσας σου τὸν ἀγῶνα οὐκ ἄσεται; τίς τῶν γνωριζόντων οὐ μακαρίσει σε; ἐστεφάνωσέν σε Χριστὸς οὐρανόθεν· ἠσπάσατό σε ὁ χορὸς τῶν ἁγίων· ἀλλ᾽ ἐπειδὴ οὐ τὸ καλῶς ἄρξασθαι μόνον μακαριστὸν, τὸ δὲ τελειῶσαι τὸν ἀγῶνα τὸ ζητούμενον, στῶμεν τέκνον ἀγαπητὸν πρὸς τὸ ἑξῆς ἀνδρειούμενοι· φέροντες τὰ κατὰ τὴν φυλακὴν δυσχερῆ γενναίως· Χριστὸς ὁ συμπαρὼν, ὁ μὴ ἐῶν ὑπὲρ ὃ, δυνάμεθα ὑπενεγκεῖν πειρασθῆναι, ἀλλὰ διδούς σοι καρτερίαν μέχρι θανάτου, καὶ τοὺς τῆς ἀθλήσεως στεφάνους ἐπὶ τέλει τῶν ἀγώνων χορηγῶν σοι· ὦ καλὲ Τιμόθεε, προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἀναξίου ἵνα σώζοιμι ἐν κυρίῳ σὺν ὑμῖν τοῖς ἁγίοις.

· Contents ·