Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 218: To the Augusta Mary
σιη΄. Μαρίᾳ Αὐγούστῃ.
Ἐνέτυχον καὶ αὖθις τῇ ἐπιστολῇ τῆς σεμνοπρεπείας σου καὶ ἐναθλητικῆς ὑπομονῆς, καὶ εὐχαρίστησα τῷ κυρίῳ, ὅτι διαμένεις τῇ αὐτῇ προθέσει, τῇ αὐτῇ ὁμολογίᾳ Χριστοῦ· ἔχουσα καὶ λόγον εὐπροσήγορον μετὰ γνώσεως, καὶ βίον ἐνάρετον κατηρτισμένον διὰ πίστεως· αὐτῇ τοίνυν πρέπει αἶνος καὶ ἔπαινος ὡς ἀληθῶς τῇ βασιλίσσῃ τῶν παθῶν, οὐχ ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ οὐδαμινοῖς, εἰ καὶ οὕτω κελεύεις λέγειν· ἃ δὲ περὶ τοῦ ἀδελφοῦ προέγραψα, οὐχ ὡς ἐπ᾽ ἀτόπῳ τινὶ, μὴ γένοιτο, ἀλλ᾽ ἐπειδὴ τὸ παρ᾽ ἄλλων γινόμενον ὑγιῶς, ἑτέροις σκανδάλου ἔστιν αἴτιον· ἐντετάλμεθα δὲ παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι τῷ πλησίον πρόσκομμα ἢ σκάνδαλον· διὰ τοῦτο οὐ προϊσχόμην ἐκφυλακίζεσθαι τὸν ἀδελφόν· ὅπου γε κἂν ἄφετος ἦν, οὐ λυσιτελὲς αὐτῷ ἐν παρθενῶσιν εἰσέρχεσθαι· καὶ τοῦτο οὐκ ὀφείλει σε λυπῆσαι, κυρία μου, εἰδυῖαν ὅτι σοῦ φροντίζω τὸ ἄψεκτον καὶ τὸ εὐκλεὲς, ὡς μητρὸς οἰκείας, ὅπερ καὶ ἔστι· μήτηρ γάρ μου σὺ, ἐπείπερ τοῦ κυρίου εἶ· εἰ μὴ γὰρ οὕτως εἶχον σε, οὐκ ἂν τὰ πρότερα ἐπέστελλον, οὐκ ἂν ἐποίουν τὰ κατὰ σέ· ταῦτα γνοῦσα, ἄφες τὴν λύπην καὶ πρόσθες τοῦ προσεύχεσθαι περὶ ἐμοῦ τοῦ ταπεινοῦ, ὡς κἀγὼ ὑπὲρ σοῦ.