Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 219: To Enodius and John, His Sons
σιθ΄. Ἐνωδίῳ καὶ Ἰωάννῃ τέκνοις.
Ἥσθην, τέκνα, ἐπὶ τῇ ἀμφοτέρων προσφωνήσει· ὅτι συνημμένοι ὄντες ὁμοῦ, καὶ ἐφθέγξασθε ἃ καὶ τὴν ὑγείαν ὑμῶν ἐδήλωσεν, καὶ τὴν ὑποκρυβὴν ὑμῶν ἐσήμανεν, καὶ τὸν περὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς πόθον ἔδειξεν, καὶ τὴν ἑτοιμασίαν ὑμῶν τῆς ὁμοτρόπου τῶν ἀδελφῶν ὁμολογίας διεσάφησεν· καὶ τὸ ὅλον μαθητὰς ὑμᾶς εἶναι Χριστοῦ κατεμήνυσε· πῶς οὖν ἡμᾶς ἔμελλεν μὴ χαίρειν καὶ γάνυσθαι ταῦτα ἀκηκοότας; ἀλλ᾽ ὁ ἐν σκέπῃ αὐτοῦ τῆς τοῦ φιλανθρώπου προνοίας περιέχων, αὐτὸς καὶ πρὸς τὸ ἑξῆς περιθάλψοιεν, ἐκθρέψοιεν, παραγάγοι ὡς ἂν βούλοιτο, εἴτε ἀπροσλήπτους, εἴτε καὶ προσληφθέντας ὑπὸ τῶν διωκόντων· μὴ οὖν εἰ τὸ δεύτερον γένοιτο, δειλανθῆτε· ὁ γὰρ παραχωρήσας ἐμπαρῆναι, αὐτὸς παράσχειεν ἰσχὺν ὑποῖσαι τὰ ὑπὲρ αὐτοῦ ἀθλήματα· ἐμοὶ δὲ τῷ ταπεινῷ μὴ διαλείποιτε εὐχὴν σωτηρίας ποιεῖσθαι. Καθὰ ἠτήσασθε ἐπέστειλα τοῖς δυσί· σωθείητε ἀδελφοὶ πολυπόθητοι.