Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 220: To Anatolius, His Son
σκ΄. Ἀνατολίῳ τέκνῳ.
Ἡ βραδυτής σου τῶν γραμμάτων, ὦ ἱερὸν τέκνον, εἰς λογισμούς με ἤγαγεν οὐκ εὐαγεῖς· ἐπεὶ καὶ ἡ μετάστασίς σου, καὶ ἄφεσις αὕτη, καὶ ὅσον μὲν ἐξ ἀμφοτέρων ἐστιν ἐννοεῖν, πτῶσις· πῶς γὰρ ταῦτα οὕτως, οὐκ ἐχούσης φύσεως ἄφετόν τινα εἶναι καὶ ὅπη θέλοι πορεύεσθαι ἐν τῷ διωγμῷ τῷ παρόντι; ὅθεν μοι οὐχ ἡ τυχοῦσα περιοδυνία· ὅσον δὲ τῶν γραμμάτων διδαχθεὶς, ἀνέθην ὁ ταπεινὸς, ἐσκίρτησα, ἐδόξασα τὸν θεόν μου· καί γε κύριος ὁ θεός μου ἄπτωτόν σε τῇ προνοίᾳ αὐτοῦ διαφυλάξοι, ἀμέτοχον τῆς αἱρετικῆς κοινωνίας· βλέπε δὲ πῶς καθέζῃ καὶ ποῦ· καὶ δίδαξον δι᾽ ἑτέρας ἐπιστολῆς, ἐντελέστερον τὸν τρόπον τῆς ἀφέσεως, καὶ τὸ σῶσμα τῆς τιμίας σου ψυχῆς· καὶ φρόντισον καὶ σπούδασον ἐγγίζειν θεῷ τῷ μακρυσμῷ τῶν παθῶν· ὁ θάνατος γὰρ ἐγγύς· ἴδε τέκνον ᾤχετο καὶ ὁ τίμιος ἀνάδοχός μου μακαρίως τελειωθεὶς ἐν τῇ ὁμολογίᾳ Χριστοῦ· ἄνθρωπος ἐν νόσῳ χαλεπωτάτῃ ἐξορισθεὶς καὶ μὴ ἁλοὺς ὑπὸ τῶν ἀσεβῶν· τί ἡμεῖς εἴπωμεν; οὐ στερεοκαρδήσωμεν; οὐ στομωθησώμεθα φόβῳ καὶ ἀγάπῃ θεοῦ πάντα ἐνεγκεῖν καθὰ καὶ οἱ ἀδελφοὶ ἡμῶν; ναὶ ἀντιβολῶ υἱέ μου ἠγαπημένε, κλέος μου καὶ αὔχημα, μὴ τοῖς ὁρωμένοις θελχθῶμεν ὅτι παρερχόμενα· ἀλλὰ τοῖς οὐρανίοις κρατηθῶμεν, ταῦτα γὰρ τὰ αἰώνια· οὕτω ταῦτα· περὶ τοῦ Σαββατίου ὅτι οὕτως ἤχθη καὶ ἠγρίωται καί γε μετὰ πτῶσιν, πῶς οὐ λυπηρόν μοι; ἀλλὰ τί ἄλλο; ἢ καὶ σὲ ὑπομεῖναι ἃ σοὶ κατεπράξατο, καὶ ἡμᾶς τοὺς ταπεινοὺς προσεύχεσθαι τὴν ἀνακάλεσιν αὐτοῦ.