Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 23: To Leo the Perfumer

κγ΄. Λέοντι ἀρωματοπράτῃ.

Ἐπιστέλλω σοι καὶ ὡς ἀνθρώπῳ τοῦ θεοῦ, καὶ ὡς φίλῳ γνησίῳ, καὶ ὡς εὐσεβεῖ ἀνδρὶ, καὶ ὡς ζηλωτῇ διαπύρῳ· ὁρᾶς οἷα τὰ παρόντα, ὦ φιλότης· οἷον πῦρ ἐμπυρίζον τὴν ἐκκλησίαν τοῦ θεοῦ, δῆλον ὅτι ἐκ τῶν προλαβόντων ὑπεκκαυμάτων ἐξηρτυμένον· ἔφαγεν ἡμᾶς ἡ φλὸξ τῆς μοιχείας· ἐδαπάνησεν ἡμᾶς ἡ βολὶς τῆς μοιχοζευξίας, αἱ δι᾽ αὐτὰς φημὶ διώξεις καὶ φυλακαὶ, ποιναί τε καὶ ἐξορίαι καὶ ἀναβρασμοὶ, προσθείην δ᾽ ἂν οὐκ ἀπεικότως καὶ τὰ πρὸ τούτων ἐπὶ τῶν Σιμωνιανῶν καὶ διὰ τοὺς Σιμωνιανούς· οὐ γὰρ ἡ ἐκκλησία τοῦ θεοῦ μάστιξιν ἐξορίαις τε καὶ φυλακαῖς τὰ ἑαυτῆς οἶδεν ἐκδικεῖν· εἶτα πρὸς τούτοις, τὰ διὰ τοὺς Παυλικιάνους, καὶ κατὰ τῶν Παυλικιάνων· οὐ γὰρ μάχαιραν καὶ ξίφος καὶ μάστιγας ὁ νόμος ὁ ἐκκλησιαστικὸς φέρει κατά τινος· πάντες γάρ φησιν οἱ λαβόντες μάχαιραν, μαχαίρᾳ ἀποθανοῦνται· ἀλλ᾽ ὅμως ἐπειδὴ ταῦτα πάντα ἐνηργήθη, συνεξελήλυθε καὶ ὁ τῶν κακῶν κολοφὼν ὡς ἐκ μυχῶν τοῦ ἅδου, ἥδε ἡ χριστομάχος αἵρεσις πάντας ὀλεθριοῦσα· ὦ ὦ τῶν δεινῶν· καὶ ἡμῖν ἔξεστι λέγειν, οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ οὔτε θυσία οὔτε προσφορὰ οὔτε θυμίαμα· οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος· διὸ παρακαλῶ σου τὴν θεοφιλίαν φυλάττεσθαι τῆς ἀθέου κοινωνίας τῶν αἱρετιζόντων, χεῖρας τὲ ὀρέγειν καθ᾽ ὅσον οἷόν τε τοῖς ἀπολλυμένοις· ἀλλὰ γὰρ καὶ τοῖς εὐσεβέσιν, ὅπερ σοὶ καὶ σύνηθες ποιεῖν πάντοτε, ἔργῳ, λόγῳ· ὅτι περὶ ψυχῆς ἀθανάτου τὸ κινδυνευόμενον· ἂν οὕτω ποιῇς, οἶδ᾽ ὅτι καὶ θεός σοι εἰς ἀσφάλειαν κινδύνου ἔσται ἐπίκουρος· ἀποδιδούς μοι τὴν εὐχήν σου, χρήζω γὰρ ἁμαρτωλὸς τυγχάνων· εἰ δὲ σώζοιεν μυστήριον αἱ ἀδελφαὶ, περὶ ἡμῶν αὐτὰς προσαγόρευσον.

· Contents ·