Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 221: To John of Chalcedon
σκα΄. Ἰωάννῃ Καλχηδόνος.
Καὶ ὡς πατὴρ ἠξίωσας τέκνον ἐλάχιστον προσειπεῖν, καὶ ὡς σοφὸς τὰ θεῖα ἐδίδαξας τοὺς ἀμαθεῖς ἡμᾶς, ἐπαινέσας τοὺς ἀγεράστους, ὡς διδάσκαλος πολυειδὴς κέντρον ἀγάπης ἐνθεὶς ἡμῖν· ἤλυθας διὰ ταπεινοτέρων φωνῶν τὸ ὕψος τῆς ἀρετῆς σου καὶ μὴ βουλόμενος ὑποδείξας ἄριστα· ὅτι δὲ προετρέψω καὶ αὖθις ἐπιστεῖλαι ἡμᾶς καὶ μὴ ἐγκόπτειν, τοῦτο ἡμᾶς τέλεον εὔφρανεν καὶ εἰς πίστιν ἤγαγεν, εὑρηκέναί σε οἷον ὁ λόγος ζητεῖ, καὶ ὁ ποιμαντικὸς χαρακτηρίζει τρόπος· οὐδείς γάρ που οὕτω διείλεκται οὐδὲ ἐφέλκεται τῶν ὁμοταγῶν σου ὡς ἔοικεν· ὅτι μηδὲ δεχόμενοι γράμματα ἀξιοῦσιν ἀντεπιστέλλειν· καὶ ὁ λόγος αὐτοῖς, τὸ παρὰ τῆς ἐξουσίας ἐντετάλθαι, μὴ χαράττειν γράμμα· καὶ συγγνώσειάς μοι μακαριώτατε σκινδαλμὸν δεξαμένῳ· εἰ γὰρ ἃ πράττει ὁ κρατῶν ἀπεναντίας θεοῦ δεῖ φυλάττειν, τί μὴ καὶ συναιρετίσωμεν αὐτῷ, ἀλλ᾽ ἐξ ἡμισείας ὀρθοδοξοῦμεν; ἀλλ᾽ αὐτοὶ μὲν οὐκ οἶδ᾽ ὅπως οὕτω φέρονται· σὺ δὲ καὶ ἐφώτισας, καὶ ἐστερέωσας, καὶ καθωδήγησας, πάντα εἰπὼν ὅσα εἰκὸς τὸν ὡς ἀληθῶς ἱεράρχην ἔστιν φάναι· οὐ μὴν ἡμεῖς, ἱερὰ κορυφὴ, ὡς ἐκθειάζεις· πενιχροὶ δὲ, καὶ ἁμαρτωλοὶ, καὶ εὐχόμενοι μὴ πάντη ἀποστῆναι τοῦ ἱεροῦ πληρώματος τῶν ἐνισταμένων ἐν κυρίῳ· ἃ δὲ εἴρηκας περὶ τῆς αἱρέσεως, οὕτως ἔχει· πραγματικῶς γὰρ μάχεται τῇ ἀληθείᾳ, ἓν ὅπλον κτωμένῃ τὴν ἐξουσίαν· ἧς ἀναιρουμένης, ἀκαμάτως συναναιρεθήσεται καὶ αὐτή· τηνικαῦτα, ὁπόταν ἐκτριβείη ἡ ἀνομία, δι᾽ ἣν, καὶ ἡ μάστιξ· ἐμὲ δὲ λυπεῖ ὅτι ἀσθενὲς τὸ σῶμα τῆς ἁγιωσύνης σου ὑποφέρειν τὰς ἐκ τῆς περιορίσεως κακοπαθείας· ἀλλ᾽ ἰσχύς σοι παρὰ θεῷ ᾧ πέποιθας, καὶ δι᾽ ὃν τὰ πάντα, ἡγήσω σκύβαλα· πρότερον μὲν διὰ τῆς ἀναλήψεως τῆς μοναχικῆς τελειώσεως, νυνὶ δὲ διὰ τῆς ὁμολογητικῆς ἐνστάσεως· προσεύχεσθαι ὑπὲρ τοῦ ἐλαχίστου τέκνου σου ἁγιώτατέ μου πάτερ μὴ διαλείποις.