Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 222: To Abbess Anna
σκβ΄. Ἄννῃ ἡγουμένῃ.
Ὅτι ἐπέστειλάς μοι, εἰκότως· μᾶλλον γὰρ διὰ τῶν γραμμάτων ἐν γνώσει γέγονα τῆς διασώσεως τιμιότητός σου· καὶ ηὐχαρίστησα τῷ θεῷ οὕτως ἐπιμενούσης σου τῇ καλῇ προθέσει καὶ ὁμολογίᾳ Χριστοῦ, καὶ οὐ κατανοούσης τὴν μόνωσιν, τὴν φυλακήν· μηδέ γε ἀτονήσειας Χριστὸν ἔχουσα ὑφέστιον, ὑπὲρ οὗ καὶ δι᾽ ὃν πάσχεις· ἔχε ἐπὶ νοῦν τῶν μακαρίων γυναικῶν τὰ ἆθλα, τῶν παρθένων τὰ σκάμματα, τὰς ὑπομονὰς, τὰ πειραστήρια· ἀναθεώρει τὰ οὐράνια, τὰς ἡτοιμασμένας ἀναπαύσεις τῶν ἁγίων, τὸ φῶς τὸ ἄδυτον, τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ζωὴν τὴν ἀκήρατον· εἶτα ἀπ᾽ ἐναντίας, τὰς τιμωρίας τῶν ἁμαρτωλῶν, τὸ σκότος τὸ ἐξώτερον, τὸ τῆς γεέννης πῦρ, τὸν ἰοβόλον σκώληκα, τὰ δεσμὰ τὰ ἄλυτα, τὸ χάος, τὸν τάρταρον· ταῦτα δὴ ἐνθυμουμένη, κούφιζε τὰς ὀλιγωρίας, στερεοῦ τῇ ὑπομονῇ, δίωκε τὰ πάθη, φωτίζου τὴν ψυχὴν, ἑτοιμάζου πρὸς περισσοτέραν ἄθλησιν· οὐ γὰρ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς· ἐὰν οὕτω διαμένουσα διαμείνοις, θεραπεύσεις θεὸν, εὐφρανεῖς ἀγγέλους, αἰσχυνεῖς δαίμονας, μέγιστον κλέος καὶ ὄνομα ἄσβεστον καὶ ἐν τῷ νῦν αἰῶνι ἑαυτῇ περιποιουμένη· εὔχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν.