Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 223: To Abbot John
σκγ΄. Ἰωάννῃ ἡγουμένῳ.
Αὐτὸς εἰ οὐκ ἐπιστέλλεις, οἶδ᾽ ὅτι οὐκ ὀκνίᾳ, ἀλλ᾽ ἀπορίᾳ τόπου καὶ τρόπου γραφῖδος· ἐγὼ δὲ εἰ ἀπόσχομαι ὁσάκις ἂν καὶ τύχοιμι γραμματηφόρου ἐπιστέλλειν τῇ ὁσιότητί σου, δικαίως ἂν ἐγκληθείην παρ᾽ αὐτῆς· ἀλλ᾽ ὥστε καὶ τοῦ πόθου βιαζομένου, οὐχὶ διὰ τόσου γε χρόνου, ἀλλὰ σχεδὸν εἰπεῖν καθ᾽ ἑκάστην προσφθέγγεσθαί σε τὸν ἐμὸν πατέρα καὶ ὁμολογητὴν Χριστοῦ πολύαθλον· ἔτι τοίνυν ὦ μάκαρ δέρου καὶ νίκα, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ τέκνου σου κατόπιν ἰέναι σου· ἐὰν δέ τινες τῶν συνομολογητῶν πάρεισι, κἀκείνους σὺν σοὶ κατασπαζόμενος, αἰτῶ τὰς ἱερὰς προσευχὰς αὐτῶν εἰς σωτηρίας ἐφόδιον.