Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 224: To Abbot Nicetas
σκδ΄. Νικήτᾳ ἡγουμένῳ.
Φιλῶ τοῦ δέχεσθαι ἀντίγραφα παρὰ τῆς τιμιότητός σου, ὧν ἐπιστέλλω· οὐ μὴν δεχόμενος σιωπήσομαι· διὸ καὶ νῦν προσφθέγγομαι τὴν ὁσιότητά σου, τὸ τῆς ἀγάπης χρέος πληρῶν· καὶ τὴν ἐμαυτοῦ ταλαιπωρίαν καταμηνύων, ὡς ζῶν εἰμὶ εὐχαῖς σου ἁγίαις, πταίων μὲν πολλὰ τῷ θεῷ καθ᾽ ἑκάστην, ἐπιθυμῶν δὲ σὺν ὑμῖν τοῖς ἁγίοις Χριστὸν θεραπεῦσαι πίστει δι᾽ ἀγάπης ἐνεργουμένης· ἔγνως δὲ πάντως ὡς ἐνεδήμησε πρὸς κύριον ὁ κοινὸς πατὴρ τῶν πολλῶν, κἀμοῦ ἱερὸς ἀνάδοχος, ὁ ὡς ἀληθῶς Θεοφάνης· μακάριος ἐκεῖνος καλῶς ἐν τῇ ἀσκήσει ἀγωνισάμενος, καὶ καλλίστην κορωνίδα τῷ τέλει τοῦ βίου ἀπενεγκάμενος, τὴν ὁμολογίαν Χριστοῦ, ἐν τοιαύτῃ δυσφορωτάτῃ νόσῳ καὶ ἀνίᾳ καὶ γήρει σώματος· ἀλλ᾽ ὅμως ὡς νεάζων τῷ σώματι ἠθλοφόρησεν, ἵνα γένοιτο στηριγμὸς μὲν τῶν ἑστηκότων καὶ ἀσφάλεια, ἔλεγχος δὲ τῶν προφασιζομένων προφάσεις ἐν ἁμαρτίαις· οὗ ταῖς εὐχαῖς ἅμα καὶ ὑμῶν τῶν πατέρων μου, σωθείην κἀγὼ ὁ ἁμαρτωλός· τὸν ἐμὸν αἰδέσιμον ἀδελφὸν Ἀρσένιον πλεῖστα ἀσπάζομαι.