Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 225: To Abbot John
σκε΄. Ἰωάννῃ ἡγουμένῳ.
Ἡδέως ἐδεξάμην σου τὴν ἁγίαν ἐπιστολὴν, καὶ ἀνέγνων ἡδύτερον, ἀπὸ πατρὸς ἐμοῦ ὁμοῦ μὲν ἀγαπητοῦ, ὁμοῦ δὲ ὁμολογητοῦ ἀπεσταλμένην· χάρις ἔλεος εἰρήνη σοι ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ· ἄνθρωπε τοῦ θεοῦ, ἀνδρικὲ τῷ φρονήματι, στεῤῥὲ τῇ καρδίᾳ· τί οὖν ἤθλησας; πρότερον φυλακὴ, ἀποῤῥαγεὶς τοῦ ἀπατηθέντος ἀδελφοῦ ὡς υἱὸς φωτός· πάλιν κράτησις, πάλιν περιορισμός· καὶ ποῦ; ἀφ᾽ οὗ ὀφείλεις στηρίζεσθαι, ἵνα ἐκεῖθεν διαλυθῇς· ἀλλ᾽ οὐχ οὕτως· ἔλεγχόν σε τοῦ προάγοντος καὶ τῶν ἀκολουθούντων ἔθετο ὁ θεός· παρακαλῶ οὖν σε, πάτερ μου, μὴ συγκοινωνήσῃ αὐτοῖς ἔν τινι· ἀλλ᾽ ὡς ἀληθῶς ἄμωμος καὶ ὁμολογητὴς Χριστοῦ, διαφύλαξον ἑαυτὸν ἀπήμονα· ὡς ἂν ἐκλάμψοις ἔτι μᾶλλον ἐν ἀρετῇ, φωστὴρ ἐν κόσμῳ καὶ γενόμενος καὶ λεγόμενος· ἐμοὶ δὲ εὔχου τοῦ σώζεσθαι τῷ ἀχρείῳ παντάπασιν, καὶ μηδὲν ἔχοντι ἐπαίνου ἄξιον· κἂν αὐτὸς φιλῶν τοῦτο κἀκεῖνο ἐνεκωμίασας.