Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 226: To Abbot Athanasius
σκϛ΄. Ἀθανασίῳ ἡγουμένῳ.
Τίνος ἕνεκεν ἐχρόνισα ἐπιστεῖλαι τῇ ἁγιωσύνῃ σου, πολλὰ τὰ αἴτια· πρῶτον μὲν, ἡ ἀσφαλὴς φυλακὴ ὡς διηγήσεται καὶ ὁ γραμματηφόρος· ἔπειτα, ἡ σύλληψις τοῦ οἰκονόμου· ἄλλα τὲ ἅττα, γράφειν ἐργῶδες· ἀλλὰ νῦν ὅτι ἠξιώθην ῥῆξαι φωνὴν, εὐχαριστῶ τῷ θεῷ μου· ἐμοὶ γὰρ φίλον ἀεὶ προσφθέγγεσθαι καὶ ἀκούειν φωνῆς σου· διότι σὺ ἀνὴρ ἀγαθὸς, ἀθλητὴς Χριστοῦ, σύμψυχος, ταυτόφρων, ἰδιαίτερόν τι παρὰ τοὺς ἄλλους κεκραμένος μοι τῇ ἐν κυρίῳ ἀγάπῃ· ἀλλὰ δεῦρο μοι θρήνησον ὦ πάτερ τὰ παρόντα· ὁρᾶς ὅπως γεγόναμεν ὡς τὸ πρὶν, ὅτε οὐκ ἦρχεν ἡμῶν κύριος· «πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν·» πᾶς ναὸς ἠμαύρωται, πᾶν ἱερὸν κεκοίνωται, πᾶς θίασος βλασφημεῖ, καὶ Χριστὸς καθεύδει· καὶ οὐδεὶς ὁ ἀξίως διαναστῆναι αὐτὸν ἱλεούμενος, ἐπιτιμῆσαι τοῖς ἀνέμοις καὶ τῇ πονηρᾷ ταύτῃ θαλάσσῃ τῆς αἱρέσεως· εἰ καὶ ἀξίως, ἀλλ᾽ οὐκ εὐκαίρως· οἶδεν γὰρ αὐτὸς μόνος τὸν ὠφέλιμον καιρὸν καὶ τῆς ἰατρείας καὶ τῆς ἐκτομῆς· διὸ ἀναμονητέον καὶ μακροθυμητέον τὸν ἄριστον καὶ παντεπιστήμονα ἰατρὸν, ὃς ἐν τέλει οὐκ ἐάσει τὴν ἐκκλησίαν αὐτοῦ κυμαίνεσθαι· σὺ δὲ φράσον ἡμῖν οἵα σου ἡ φυλακὴ, καὶ ὅπως ζῇς ἐν αὐτῇ· εἰ ἆρά γε ἔστι λείψανον θεοσεβείας ἐν τοῖς ἔγγιστα, ἢ παρὰ σοῦ ἱεροποιηθὲν νεωστὶ, ἢ ἀφ᾽ ἑαυτοῦ ὀρθοδοξοῦν· εἰ ἐν ταῖς χερσί σου βίβλοι, εἰ τρέφει τίς Ἡλίαν, εἰ εὐγνώμων μαθητὴς, εἰ ὡς Πέτρος καὶ Ἰωάννης ἠκολούθηκεν αἰρομένῳ σοι οὐ πρὸς Ἀνναν καὶ Καϊάφαν, ἀλλὰ πρὸς ἴσους ἰουδαιόφρονας· ταῦτα, δίδαξον, καὶ τὸ λοιπὸν πρόσευξαι διυπνισθῆναι Χριστὸν, εἰρηνευθῆναι τὴν ἐκκλησίαν, σωθῆναί με τὸν πανάθλιον μὲν, φιλοῦντα, δέ σε λίαν.