Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 24: To Politianus the Domestic

κδ΄. Πολιτιανῷ δομεστίκῳ.

Ὄντως ἔργῳ καὶ λόγῳ φίλος εἶ γνήσιος τῆς ταπεινώσεως ἡμῶν, ἀφ᾽ ὧν ἔδρασας πραγμάτων ἐν τοῖς ἀδελφοῖς ἡμῶν, κύριέ μου· τί γὰρ οὐκ ἐποίησας, καὶ πόσον οὐκ ἐπέδωκας ἑαυτὸν, ἐλεῶν αὐτοὺς, συμπαθῶν, ὑπεξάγων, ὑπαλείφων, προθυμοποιούμενος, διάδηλον ποιῶν τοῦτο κἀκεῖνο, συμφέρων, συνοψίζων, ὑποκρινόμενος, μικροῦ καὶ προκινδυνεύων· ἀλλὰ μή τις τῶν ἄλλων γειτόνων; οὐδαμῶς· φίλοι γὰρ τραπεζῶν ἐκεῖνοι, οὐ φίλοι Χριστοῦ· ἐπειδὴ καὶ αἱρετίζοντες ἢ καὶ αἱρετικοῖς συνεπόμενοι φιλικῶς· σὺ δὲ ἄνθρωπε τοῦ θεοῦ, φίλος καὶ τῶν διὰ Χριστὸν διωκομένων· διὰ τοῦτο ὡς μανθάνω καὶ φυλάττεις ἑαυτὸν ἐκ τῆς κοινωνίας τῶν ἀνόμων· καὶ φυλαχθείης ἔτι ὑπὸ κυρίου σὺν τῇ καλλίστῃ σου ὁμοζύγῳ, καὶ τέκνοις εὐγενεστάτοις· τῶν γὰρ εὐγενῶν σὺ, Χριστὸν φιλῶν, καὶ ὑπὸ Χεστοῦ καταγόμενος· πολλά σοῖ χρεωστῶ· ἀλλ᾽ ἔχεις τὸν κύριον ὑπὲρ ἐμοῦ σοι ἀμειβόμενον τὴν ἀντιχάριτα· σωθείης πανοικὶ, ἄνθρωπε τοῦ θεοῦ καὶ φίλε καλέ.

· Contents ·