Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 232: To James, His Son

σλβ΄. Ἰακώβῳ τέκνῳ.

Γέγραφάς μοι τοῦτο κἀκεῖνο πολλοῖς ἐπαινῶν με, ἀλλ᾽ ἐγὼ οὐδὲν ἐμαυτῷ συνεπίσταμαι ἀγαθὸν ἔχων· σοὶ δὲ ἐγὼ εὔχομαι ἐξαρξαμένῳ καὶ τελειῶσαι τὸ ἔργον τοῦ θεοῦ, τὸ μαρτύριον τῆς ὁμολογίας Χριστοῦ· διὸ καρτέρει τέκνον μου ἠγαπημένον τὰ τῆς φυλακῆς· τὸν ἔσω ἄνθρωπον καθαίρων, δι᾽ αἰχμαλωσίας τῶν ἐναντίων λογισμῶν· οὕτω γὰρ ἐμπαράσκευος ἔσῃ ἀεὶ πρὸς τὸν ὑπὲρ Χριστοῦ θάνατον· μακάριος οὐχ ὁ ἐναρξάμενος καλῶς ἁπλῶς, ἀλλ᾽ ὁ τελειώσας τὸ ἔργον Χριστοῦ· τὸν ἀδελφὸν Λουκιανὸν κἀγὼ πενθῶ· ἀλλ᾽ ὅμως ἤττηται κατὰ τὰς ἁμαρτίας μου· καὶ τὸ ἀνακαλέσασθαι ἧτταν δυσχερές· προσεύχου περί τε αὐτοῦ καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἀενάως.

· Contents ·