Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 233: To Euprepianus, His Son

σλγ΄. Εὐπρεπιανῷ τέκνῳ.

Ἐγὼ ὦ τέκνον ἐπειδὴ ἐλθὼν σὺ πρός με εἰς ἀνατολικοὺς, ὑπέμνησας φιλεῖν σε ἐγκεκλεῖσθαι μὲν τῷ διωγμῷ, ἀπέστρεψα τότε· ἡνίκα δὲ διέστης τῶν ἀδελφῶν, ἐδόκουν τὸ πλεῖστον διὰ τὸ ἀγαπᾶν σε ἡσυχίαν τοῦτο πεποιηκέναι· καὶ οὐκ εἰς πολὺ ἐλάττωμά σου ἡγούμην αὐτὸ εἶναι· διὸ καὶ ἀνιστόρουν κατὰ νοῦν ἐπὶ τὰ προυσινὰ ὄρη ἐνδιατρίβειν σε καὶ δουλεύειν τῷ θεῷ, καὶ ἔχαιρον· ὡς δὲ νῦν ἤκουσα οὐδὲν τοιοῦτον, ἀλλὰ κωμάσαντα δῆθεν οἰκονομίας τοῦ μὴ ἁλῶναι τῇ αἱρέσει καὶ ἀσπροφοροῦντα, μόνον τε ὄντα καὶ μειζοτερικῶς ἤγουν κουρατορικῶς τῇ ἡγουμένῃ δουλεύοντα, ζῶα τε ἐπαγοράζοντα καὶ φορτοκομεῖν ἐκ τῶν ἔσω ἔξω, ἐξιόντα τε καὶ εἰσιόντα, ἐξέστην, παρείθην, ἐγενόμην ὡσεὶ νεκρός· οὐαί μοι τῷ ἀθλίῳ· ἀδελφὲ τί πεποίηκας; πῶς ἐτόλμησας τοῦτο ὅλον πρᾶξαι; ὁ πρὶν ὁμολογητὴς ἐπί τε τῶν μοιχειανῶν, καὶ νῦν τῶν εἰκονομάχων, ἄρτι χριστέμπορος, ἐμπορίαν ἡγούμενος τὰ θεῖα· ὁ πάλαι ἀκριβὴς μέχρι βλέμματος, νῦν γυναικόδουλος ἵνα μὴ τί χεῖρον εἴπω· ὁ λίαν φυγὰς τῶν ἰδίων, ἄρτι ὀπισθόρμητος, καὶ σὰρξ καὶ αἷμα ἀδελφοῖς συζῶν· ὁ φυγόπατρις, ἄρτι λωποδύτης.

Φησί που ὁ θεῖος Βασίλειος· καὶ τὸν συγκλητικὸν ἀπώλεσας καὶ μοναχὸν οὐκ ἐποίησας· καὶ ταῦτα διὰ τὸ μὴ ἀκριβῶς αὐτὸν ζῇν, ἀλλὰ παρακατασχεῖν τινὰ τῶν αὐτοῦ χρημάτων· σὺ δὲ, συγχώρησον, οὐκ ἀπώλεσας τὸν μοναχὸν, ἀλλ᾽ ἤρνησαι· τί σε καλέσωμεν; μοναχόν; ἀλλὰ κομαστὴς σύ· ἀλλὰ, φησὶ, λέγεις ἔνδον φορεῖν μαῦρον, καὶ ἐν καρδίᾳ μὴ ἐξαρνήσασθαι· τοῦτο καὶ νῦν πάντες καὶ οἱ κοινωνοῦντες τῇ αἱρέσει λέγουσι· κρεῖττον σοι ἄνθρωπε ἦν, κοινωνῆσαι τῇ αἱρέσει καὶ μετανοεῖν, ἢ ῥίψαντα τὸ ἅγιον σχῆμα ἀμετανόητον εἶναι· ῥίψας γὰρ αὐτὸ, τὸν υἱὸν τοῦ θεοῦ κατεπάτησας, τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγήσω, τὸ πνεῦμα τῆς χάριτος ἐνύβρισας· διὸ οὐδὲ τῶν ἁγιασμάτων μετασχεῖν ἄξιος εἶ· ὦ, ὦ, τί ἔπραξας; καὶ ταῦτα ἐπιστήθιος ὥν· κατήγαγές με εἰς τὰ ἅδου ταμιεῖα· ἐκέρασάς μοι ποτήριον θανάτου· ἔλαβέν σε ὁ διάβολος διὰ τρόπου ὅπου ἐβούλετο· ἀλλὰ ἀνάνηψον, τέκνον μου καλὸν Εὐπρεπιανέ· ἐπαίχθης ὑπὸ τοῦ σατανᾶ, δοκήσας παῖξαι αὐτόν· πρὸς ἡμέρας τινὰς κατὰ περίστασιν ὑπακοῇ πατρικῇ καὶ διακονίᾳ, ὑποφορῆσαι ἄσπρα καὶ κατακαλύψαι τὴν κεφαλήν· ὥσπερ ἐποίησας σὺ, ἐν ἐμοὶ ἐν τῇ φυλακῇ νύκτωρ ἐλθὼν διὰ τῶν κεραμηδίων· ναὶ ἐνδέχεται καὶ αὖθις ἀπιέναι οἴκοι καὶ ἀποῤῥίψαι τὸ κάλυμμα τῆς κεφαλῆς καὶ τὸ ἐπανωφόριον, καὶ ἔχεσθαι τῆς θείας ἐργασίας· οὕτως δὲ ὡς σὺ ἦς, ῥιψοσχημία ἐστίν· ἐλέησον σεαυτὸν, ἀδελφὲ, κἀμὲ τὸν ἀνάξιόν σου πατέρα· καὶ ἅμα δέξῃ τὰ γράμματα, καὶ τὴν κόμην κεῖρον, καὶ τὸ λευκοφόρον ἀπόρῥιψον, καὶ μετὰ ἀδελφοῦ συνδέθητι, καὶ ὡς οἱ λοιποί σου ἀδελφοὶ καθέσθητι, ἀντιγράφων μοι εὐθὺς, ἵνα πάλιν ἀνταποκριθῶ σοι· οἶδα ὅτι δοκῶν καλὸν ποιεῖν, τοῦτο ἔπραξας· ἀλλὰ ἀνάλυσον, τοῦ πονηροῦ ἔστι δρᾶμα.

· Contents ·