Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 234: To the Spatharia, Wife of Flavius

σλδ΄. Σπαθαρίᾳ τοῦ Φλαβίου.

Ἐν καιρῷ πειρασμοῦ, οἱ ἀληθινοὶ φίλοι δοκιμάζονται· ὥσπερ καὶ οἱ λιμένες τοῖς χειμαζομένοις ἐκ καταιγίδος εἰς ὑποδρομὴν φαινόμενοι· καὶ γὰρ εἶ ὡς ἀληθῶς γυναικῶν εὐγενεστάτη, ἄνωθεν καὶ ἐξ ἀρχῆς λιμὴν ὁμοῦ καὶ περιοχὴ πολλῶν ψυχῶν ἀστέγων καὶ ἀτρόφων· καὶ οὐκ ἔστι σχεδόν τις ἐν τοῖς μονασταῖς, ὁ μὴ μεγαλύνων σου τὸ ὄνομα καὶ διηγούμενος τὸ φιλόξενον· κἂν αὐτὸς οὐ πέπονθεν, ἀλλ᾽ ἐκ τῶν πεπονθότων ἀκροασάμενος, ὡς οὐκ αὐτὸς ἐγώ· οὐ μόνον ἔτι ὦν ἐν τοῖς αὐτόθι, ἀλλὰ καὶ ἀπὼν μακροτέρως· τίνες δὲ οἱ ἀπαγγείλαντες, οὓς ὑπεδέξω καὶ ἐτροποφόρησας ἐν τῷ παρόντι καταποντισμῷ τῆς δυσσεβοῦς αἱρέσεως· ἧς ὑπερπλέειν τε εὔχομαι τῷ θεῷ μου, πηδαλιουχουμένην τῷ ἔμφρονι λογισμῷ τῆς εὐσεβείας, ᾗ συνέζησας καὶ ἣν ἐκτήσω ἄνωθεν ὑπερσύμβιον, καὶ ἥ σε παραστήσει τῷ θεῷ ἐν τῇ ἐξ οὐρανῶν ἀποκαλύψει αὐτοῦ, εὐμενῶς κληρονομοῦσαν τὴν αἰώνιον ζωήν· ταῦτά σοι εὔχομαι ὁ ἁμαρτωλὸς, διὰ τοὺς περὶ Ἰγνάτιον ἀδελφοὺς ἡμῶν τιμιωτάτη κυρία.

· Contents ·