Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 235: To Mary the Nun

σλε΄. Μαρίᾳ μοναζούσῃ.

Ἀγαθὸν ὄνομα ἠκουτίσθη μοι τῆς τιμιότητός σου, καὶ πρᾶξις δεξιὰ, καὶ βίος ἐνάρετος, παρ᾽ ὧν ἀδελφῶν ἡμῶν ξενίζειν καὶ περιέπειν ἀπὸ θήρας τῶν διωκόντων εἵλετο ἡ θεοφιλεία σου· καὶ χάρις τῷ θεῷ ἔχοντι πολλοὺς ἐν ἀφανείᾳ βιωτικῇ, περιφάνειαν ἔχοντας θεϊκήν· καὶ γὰρ ὁ Χριστὸς παρωσάμενος τὰ ἐν κόσμῳ ἔνδοξα ἐν τῇ διὰ σαρκὸς ἐπιδημίᾳ αὐτοῦ, τὰ ἀσθενῆ καὶ ἐξουθενημένα ἐξελέξατο, ἵνα καταισχύνῃ τὰ πλούσια καὶ ὑψαυχοῦντα κατὰ σάρκα· ἐχέγγυον τῆς πολιτείας σου ταύτης, ἡ τῶν ἀδελφῶν ἐστι πρόσληψις· οὓς σκέπουσα, νόμιζε Χριστὸν σκέπειν· δι᾽ αὐτὸν γὰρ ἡ φυγαδεία· ἔχουσα καὶ τὴν οἴκοθεν ἀρετὴν εἰς κλέος σωτηρίας, ἐφ᾽ ᾗ φυλαχθείης αὔξουσα ἔτι ἐν ἀγαθοῖς, φρουρουμένη θεοπρεπῶς, πρεσβυτικὴν ἀρετὴν προσφέρουσα κυρίῳ ὡς ἡ ἀοίδιμος Ἄννα καὶ εἴ τις ἄλλη τῶν ἐπαινετῶν ἐν γήρει πίονι λατρευσασῶν θεῷ.

· Contents ·