Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 236: To Athanasius, His Son

σλϛ΄. Ἀθανασίῳ τέκνῳ.

Χαίρω, τέκνον, δεχόμενός σου γράμμα τῆς ἐμμελείας· ἐξ ὧν οὐ μόνον τῆς φωνῆς σου ἀκούων ἥδομαι, ἀλλὰ καὶ τὴν προκοπὴν τῆς ὑπαγορείας σου ὁρῶν εὐφραίνομαι· χρῷ τοιγαροῦν τῷ γράμματι ἐπὰν κατ᾽ ἀμφότερα λυσιτελοίη· ἐπεὶ καὶ τὰ φρέατα ἀντλούμενα εὐρύνεται τοῖς ῥείθροις· ταῦτ᾽ ἤδη καὶ γλῶττα ἐξεργαζομένη τὰς ἐπιστολάς· ἐγὼ δὲ οὐκ οἶδα τί ἐμαυτῷ δεξιὸν, κἂν πλείονα τοῖς κατ᾽ ἐμοῦ ἐγκωμίοις διεξερχόμενος εἴης· ἀλλά με τοσοῦτον συστέλλεις, ὁπόσον καὶ ἐπαινοίης αἰσθόμενον τὰ κατ᾽ ἐμαυτόν· εἰ δέ τι ὑμῖν φαίνοιτο εἰς ὄνησιν τῶν παρ᾽ ἡμῶν λεγομένων, τῷ θεῷ ἀναθετέον τὸ πρᾶγμα· παρ᾽ οὗ δι᾽ ὑμᾶς καὶ ἐν τῷ τυφλῷ, φῶς· καὶ ἐν τῷ ἀλόγῳ, λόγος, μικρός τις καὶ πενιχρός· ὃν οὐ συστελτέον ἀδελφὲ, ἀλλ᾽ ἐξεργαστέον δέει τῆς ἀπειλῆς, καὶ ἐλπίδι τῆς ἀποδοχῆς· ὅτι δὲ ὧδέ τε κἀκεῖσε περιέρχῃ, τόπον ἐκ τόπου ἀμείβων φειδοῖ τῶν διωκόντων, πῶς οὐ τοῦ καιροῦ ὃ καὶ τληπαθὲς καὶ στενακτικόν; ἀλλ᾽ ὅτι διὰ Χριστὸν, εἴη χαρμονικὸν καὶ διανυστικόν.

Εὖ δὲ ποιῆσαι κύριος τῷ ἀγαθῷ Σπαθαρίῳ, ξεναγοῦντι καὶ περιέποντί σε διὰ Χριστόν· ὅς γε κἀμοὶ χρηστὸς ὦπται ἐν πολλοῖς· τὰ νῦν ἐπέστειλα τῷ ἀρχιεπισκόπῳ· τὸ δὲ μὴ πρότερον, ὡς ὑπέλαβες, μὴ ἀντίδοσιν τῶν προαγόντων δεξάμενος· ἐπεὶ ἐμοὶ, τίς προτιμότερος ἐν κόσμῳ ἐκείνου ἐφ᾽ ἅπασιν; ὡς τὸ εἰκὸς ἔχει καὶ δίκαιον· εἶδες δὲ σκαιωρίαν τοῦ δαίμονος ὅτι ἀπώλοντο αἱ ἐπιστολαί· ἀλλὰ δόξα θεῷ τῷ μὴ ἔκφορα ποιήσαντι τὰ γράμματα τοῖς κρατοῦσιν· κεκοίμηταί μου ὁ πνευματικὸς πατὴρ καθὰ ἐσήμανας· ἀλλὰ ἀνάγνωθι τὴν ἐπιστολὴν τοῦ ἀρχιεπισκόπου κἀκεῖθεν γνοίης ὅσον ἐστέναξά τε καὶ ἐλάλησα καὶ περὶ ἑτέρων προσώπων· εἴη δὲ ἐν ἀναπαύσει καὶ ὁ στρατηγήσας ὁμώνυμός μου, καὶ δι᾽ αὐτὸ τὸ μνημονεῦσαί μου τοῦ ἀναξίου ἐν τοῖς τελευταίοις· ὡς ἐπαινετὸς σὺ παρὰ τοιούτων προσκαλούμενος καὶ ἐπὶ τοιαύταις ὑποθέσεσιν· ὀφθείης ἔτι ὁσιώτερος καὶ αἱρετώτερος ὑπὸ πολλῶν, διὰ τὸν ἕνα σε καὶ μόνον κύριον τῶν ἁπάντων θεραπεύειν· ᾧ μάλα προσκολλώμενος μᾶλλον ὑψωθήσῃ καὶ τιμηθήσῃ, εἴπερ ἀληθεύει λέγων· ἀλλ᾽ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται· τί δὲ τοσαύτην ἕλκεις νηστείαν, ἀδελφὲ, τριημερίζουσαν; εὖ ποιεῖς δουλαγωγῶν τὴν σάρκα καὶ ὑποπιέζων, ἀλλὰ τήρησον μέτρον, ὃ δύνῃ ἀποπερᾶναι μεθ᾽ ὑγείας τοῦ σώματος, καὶ τοῦτο κράτιστον· τὸ λοιπὸν προσεύχου περὶ ἐμοῦ τοῦ ταπεινοῦ εἰς τὸ σώζεσθαι· ὁ σὺν ἐμοὶ προσαγορεύει· τοὺς σὺν σοὶ ἀσπάζομαι.

· Contents ·