Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 237: To Anatolius, His Son

σλζ΄. Ἀνατολίῳ τέκνῳ.

Καὶ γράφων σοι, τέκνον, καὶ μὴ γράφων, ἀληθάργητόν σε ἔχω ἐν τῇ ταπεινῇ μου ψυχῇ, οὐ μόνον διὰ τὴν ἐκ παιδὸς ἐπιμέλειάν σου τῆς ψυχῆς ὅτι οὐ παιδικὰ καὶ νηπιάζοντά σου τὰ φρονήματα, γηράλεα δὲ καὶ ἀνδρικὰ, οὐκ ἐμπαρέντος ἐν ἀκαθέκτοις ὁρμαῖς καὶ φαύλοις δράμασιν· ἀλλὰ γὰρ καὶ διὰ τὸ συνεῖναί σε τῷ ἐμῷ μόνῳ ἀδελφῷ, καὶ σοῦ πατρί· ἀρετῆς γάρ σου οὐ τῆς τυχούσης δεῖγμα, ἐκ πάντων εἰλῆφθαι αὐτῷ εἰς συγκακοπάθησιν εἴτουν ὑπηρεσίαν· ἔχου τῆς διακονίας σου, ὡς ἐν ὀφθαλμοῖς κυρίου πάντα ποιῶν καὶ λέγων· ἐν ᾧ μισθός σου πολὺς, καὶ ἡ δοκιμή σου χρυσῆ, καὶ ἡ πίστις σου ἀκραιφνὴς, καὶ ἡ ἐμὴ τοῦ ταπεινοῦ πρὸς σὲ ἀγάπη Χριστοῦ γνησιωτέρα, καὶ ἀποδοχὴ τῷ ὄντι πολυτελεστέρα· βραχέα ταῦτα, ἀλλὰ δυνάμεως ἱκανῆς· προσεύχου, τέκνον ἠγαπημένον, περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ σου πατρὸς θερμῶς.

· Contents ·