Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 238: To Eucharistus, His Son
σλη΄. Εὐχαριστῶ τέκνῳ.
Καὶ πάνυ σοι χρεία ἐπιστεῖλαί με, ὦ τέκνον, κἂν αὐτὸς σὺ οὐκ ἐπεζήτησας· ἄρα γὰρ οὐκ ἐπαινετὸς καὶ ἀξιόδεκτος, ὅτι μόνος σχεδὸν ἀνατλᾶς κόπους καὶ ὁδοιπορίας, κινδύνους τὲ καὶ περιστάσεις, διακονῶν τῷ ἁγίῳ ἀρχιεπισκόπῳ; ὡς μακαριστόν σου τὸ ἔργον, ὡς ἀθλητικόν σου τὸ δράμα· ἐν μέσῳ παγίδων εἵλω διαβαίνειν, ἐπ᾽ ἀνθράκων πυρὸς περιπατεῖν· τοιαῦτα γὰρ τὰ τῶν δυσσεβούντων· ἀλλ᾽ ἔτι ἴσχυε, τέκνον, καὶ ἀνδρίζου· τὴν διακονίαν σου πληροφόρησον, πολυπλασίασον τὸ τάλαντον, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακαριζόμενος εἰς αἰῶνας· τὸ λοιπὸν προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ σου πατρός.