Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 239: To Leo

σλθ΄. Λέοντι.

Εὖ πεποίηκας τέκνον πνευματικὸν ἐπιστείλας ἡμῖν εἰ καὶ βραχέα· πλὴν ὅτι ἀρκοῦσαν ἔχοντα δύναμιν τῆς συνέσεώς σου, καὶ ὑποδεικνῦντα ὅτι εἰ καὶ τῷ σχήματι πρὸς ἡμᾶς πτόρθος, ἀλλ᾽ οὐ τῷ τρόπῳ· σὺ δὲ καὶ ἄλλως δίκαιος ἂν εἴης συνάπτεσθαι ἡμῖν υἱϊκῶς, τέκνον χρηματίζων τοῦ ἀδελφοῦ ἡμῶν καὶ θεοφιλεστάτου ἀρχιεπισκόπου, καὶ τέκνον γνησιώτατον· τὸ γὰρ ὁπαδὸν αὐτοῦ γενέσθαι ἐκ παντὸς τοῦ κληρικοῦ πληρώματος μόνον, καὶ συναθλεῖν καὶ συνδιώκεσθαι τοῖς ὑπερέχουσι τῶν ἀδελφῶν, ἀπόδειξιν πολλῆς γνησιότητος ἔχει· καὶ μὴν πρὸς θεὸν ἀγάπησιν κραταιάν· διὰ τοῦτό σε καὶ ἡμεῖς οἱ ταπεινοὶ καὶ ἀγαπῶμεν καὶ περιέπομεν· καὶ ἐν τῷ καταλόγῳ τῆς ἀδελφότητος ἡμῶν ἀριθμοῦμεν.

· Contents ·