Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 240: To Constantine

σμ΄. Κωνσταντίνῳ.

Τίς ἡ αἰτία τοῦ ἐπιστεῖλαι με τῇ τιμιότητί σου; ἡ καλή σου περὶ τὴν πίστιν ὀρθότης, ὅτι οὐ συναπήχθης τοῖς χριστοδιώκταις, ῥίψας τοὺς λογισμοὺς φέρεσθαι ὅπη ἄγουσιν· ἀλλ᾽ ὡς ἐπιστήμων κυβερνήτης καθέζῃ ἐπὶ τῶν νοητῶν οἰάκων εὐθύνων τὴν ψυχικὴν ὁλκάδα εἰς καλοὺς τῆς ὀρθοδοξίας λιμένας, πρύμναν κρουσάμενος τὰς αἱρετικὰς τρικυμίας αὔραις τοῦ πνεύματος· τοῦτο ἐπεὶ ἐδιδάχθην παρὰ τοῦ ἐπιδιδοῦντος σοι τὰ γράμματα ἀγαπητοῦ ἡμῶν ἀδελφοῦ, καλῶς ἔχειν ἔδοξα ἐπιστεῖλαι· συνάπτων ἐμαυτὸν τῇ ἀγάπῃ σου, ὅπερ ποιεῖν τὸν χριστιανὸν ἀναγκαῖον· μάλιστα δὲ ὅταν τέτμηται αἱρέσεως μαχαίρᾳ ὑπὸ τοῦ διαβόλου, ὡς νῦν, τὸ σῶμα Χριστοῦ· φυλάττοιο δὴ οὖν ὦ ἀγαθὲ ἄνερ προμηθείᾳ θεοῦ ἀπήμων, ἐποικοδομῶν τῷ θεμελίῳ χρυσὸν ἄργυρον, ἤγουν λίθους τιμίους, ὡς ἂν ναὸς κυρίου χρηματίσοις· εἶεν.

· Contents ·