Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 25: To Anna the Nun

κε΄. Ἄννῃ μοναζούσῃ.

Καὶ μὴ δεχόμενος ἀντίγραφα, πόθῳ ἐπιστέλλειν τῇ ἐμῇ κυρίᾳ· χρεωστῶ γὰρ εἰ καί τις ἄλλος τὰς εὐχαριστείας σοι προσάγειν ὑπὲρ πολλῶν καὶ μεγάλων ὧν ἀπήλαυσά σου ἀγαθῶν, καὶ μέντοι καὶ ἀπολαύω· εἴθε ἠδυνάμην καὶ σωματικῶς ἐν ἔργοις ταύτην ἀποδιδόναι· ἀλλ᾽ οἶσθα με ἄπορον εἶναι, πρὸς ἔτι καὶ ἁμαρτωλόν· ἐκ δυοῖν τοίνυν ἀπορῶν, πόθεν ἀμείψοιμί σοι τὸ χρέος; οὐδαμόθεν ἢ ἐκ θεοῦ τοῦ εἰς ἑαυτὸν ἀναλαμβάνοντος τὰς εἰς τοὺς πλησίον εὐεργεσίας· ταῦτα ἐπὶ πολλοῖς τοῖς προλαβοῦσι· τί δὲ ὅτι καὶ μετὰ τὴν θλίψιν τῶν ἐξ ἀνοίας ὀφλησάντων σοι, οὐκ ἠτόνησας ἀγαθύνεσθαι ἐν τοῖς ἀδελφοῖς; εἰσῆλθον οἱ περὶ τὸν ἀββᾶν Ὑπάτιον, καὶ προέφθασας αὐτοὺς εἰς ἔλεος· ἔξω ἐν ἑνὶ τῶν προαστείων σιτηρετούμενοί εἰσιν οἱ περὶ τὸν ἀββᾶν Θεόκτιστον· ἐῶ λέγειν τὰ ἐμὰ, καὶ μέντοι καὶ τὰ τοῦ ἀδελφοῦ Σιλουανοῦ, εἴ τινος ἄλλου τῶν ἐπιτυχόντων σου τῆς δεξιᾶς· ἔστω σου οὖν ἡ μερὶς μετὰ ἁγίων· εἰ δὲ καὶ μεθ᾽ ἡμῶν, ἐὰν οὐ φεύγῃς, γενηθείη σοι· εἰ γὰρ ἐν τοῖς σαρκικοῖς λειτουργεῖς ἡμῖν, οὐκ ἀπεικότως καὶ ἐν τοῖς πνευματικοῖς κοινωνῆσαί σε κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν· ἐπεὶ δὲ ταῦτα οὕτως, μεριμνῶ καὶ περὶ τῆς κατὰ ψυχὴν διαφυλάξεώς σου διὰ τὴν αἵρεσιν μάλιστα· ἀλλά σε ὁ θεὸς ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα διαφυλάξειεν ἀσινῆ καὶ ἀπρόσκοπον.

· Contents ·