Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 241: To a Priest
σμα΄. Πρεσβυτέρῳ.
Ἐν χειμῶνι εἴ τις ἴδοιεν ῥόδον, εἰκότως προστρέχοι ὡς ξένου ὄντως θεάματος, καὶ τῷ ὑποδείξαντι, χάριν ὁμολογεῖ· τοιοῦτος σὺ, ὦ ἱερὲ ἄνθρωπε τοῦ θεοῦ, ἐν τῷ τῆς ἀπιστίας χειμῶνι ἐγνώσθης ἡμῖν, καὶ ὁ ὑποδείξας σὲ τὸ ἔμψυχον ῥόδον καὶ ὀρθόδοξον, ὁ γραμματοδότης ἐμὸς υἱὸς ἀγαπητός· ἴδον δὲ οὐκ αἰσθητῶς, τῇ τοῦ νοῦ δὲ θεωρίᾳ· καὶ προσέδραμον οὐ ποσὶν, ἀλλὰ γράμμασι· καὶ ᾠσφράνθην οὐ ῥισὶν, ἀλλὰ πνεύματι· καὶ ἡδεῖα μοι ἡ ὀσμὴ μάλα, μᾶλλον δὲ κυρίῳ, ὃς καὶ διαφυλάξειέν σε ἄδρεπτον ἐξ αἱρετικῶν χειρῶν· ὡς ἂν εὑρεθείης ἐν τῷ νοητῷ παριππεύσει τοῦ τῇδε πικροῦ κρυμοῦ, εἰς πλοκὴν στεφανώσεως τῆς δόξης αὐτοῦ· χαρίζου ἡμῖν ὧν ἔχεις τὸ κάλλιστον τὰς ἱερὰς προσευχάς.