Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 242: To Theodulus, His Son

σμβ΄. Θεοδούλῳ τέκνῳ.

Ἡδέως ἔχω, τέκνον μου, δεχόμενός σου γράμματα· ἐλυπήθην δὲ ὅτι ἐν πόνοις εἶ τοιούτοις μετὰ καὶ τῆς φυλακῆς· ἀλλ᾽ ὅτι διὰ Χριστὸν, ὑπομονητέον πάντα· ἆρα δὲ ἐάσει σοι τὸν συνόντα ἀδελφὸν ὁ ἀγνώμων μαθητὴς καὶ προδότης τῆς ἀληθείας Λεόντιος; αὐτὸς γὰρ παρέλαβεν καὶ τὸ Βοσκοίτιον, ὡς Ἰούδας τὴν ἀγχόνην κληρωσάμενος· ὅς γε καὶ τοὺς ἀδελφοὺς ἔσω ἐστενοχώρησε, καὶ σὲ τὸ αὐτὸ οἴομαι αὐτὸν ποιεῖν· ἀλλὰ στῆθι ἀδελφέ μου μέχρις αἵματος κατὰ τοὺς μακαρίους ἀδελφούς σου· ἵνα σὺν αὐτοῖς σωθείης ἐν κυρίῳ· εὔχου μοι θερμῶς· προσειπὲ τὸν ἀδελφόν.

· Contents ·