Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 243: To Symeon, His Son

σμγ΄. Συμεὼν τέκνῳ.

Ἄρτι ἔφθασα ἐπιστεῖλαί σοι τέκνον μου ἠγαπημένον· δι᾽ ἣν αἰτίαν ἐβράδυνα, οἱ ἀδελφοὶ ἀπαγγελοῦσιν· ἃ μὲν οὖν προέγραψας, ἔγνων, καὶ ἀπεδεξάμην ἐν πᾶσιν ὅτι ἀγαθῆς διαθέσεως πάντα· καὶ ἐπαινετὸς εἶ ὅτι καλῶς καθέζῃ ἐπὶ σωτηρίᾳ μὲν σαυτοῦ καὶ τῶν ὄντων μετὰ σοῦ, ἐπ᾽ οἰκοδομῇ δὲ τῶν ἔξω, μὴ ἀστατῶν μηδὲ γυροκοπῶν, ἀλλ᾽ ἐν ἡσυχίᾳ καὶ εὐχαριστίᾳ καὶ ὑπομονῇ τὸν διωγμὸν παραπέμπων· διὰ τοῦτο καὶ ἀσπαστὸς γέγονας τοῖς ξενίζουσί σε καὶ ἀκούουσιν· ἔτι οὖν ἔχου τῆς ἐργασίας σου σοφιζόμενος τὰ θεῖα, φωτιζόμενος τοὺς νόας, φεύγων τὸν ἐχθρὸν, ἐγγίζων τῷ θεῷ· ἵνα ἐπιτυχὼν αὐτοῦ, κληρονομήσῃς βασιλείαν οὐρανῶν· βοήθει καθὼς καὶ προέγραψά σοι εἴ τις τῶν ἀδελφῶν κακοτροπεῖ, γράφων αὐτῷ ἢ καὶ ἀπιὼν πρὸς αὐτόν· ὁ Ἀκάκιος ὁ κατὰ σάρκα ἀνεψιός σου, μετὰ τῶν ὑπηρετούντων μοι ἐστὶ, καὶ ἔγραψέν μοι· ὁ γὰρ οἰκονόμος συνελήφθη· προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει· τοὺς σὺν σοὶ ἀσπάζομαι· ὁ κύριος μετὰ σοῦ.

· Contents ·