Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 244: To Euthymius, His Son

σμδ΄. Εὐθυμίῳ τέκνῳ.

Χαῖρε ἐν κυρίῳ καλὲ Εὐθύμιε· ἠξίωμαι καὶ αὖθις σε ἰδεῖν διὰ τοῦ γράμματος, ὁμοῦ δὲ καὶ περιπτύξασθαι, ὡς ὀφθαλμόν μου, ὡς σπλάγχνον μου, ὡς υἱὸν φωτὸς, ὡς ὁμολογητὴν Χριστοῦ· εἰ δὲ ὅτι βραδὺ, διηγεῖται ὁ γραμματηφόρος τὰς αἰτίας· ἔτι οὖν καιρὸς ὑπομονῆς· διὸ μακροθυμήσωμεν, ἀδελφὲ, ἵνα τὰς ἐπαγγελίας τοῦ θεοῦ κομισώμεθα· βιοῦντες εὐσχημόνως, εἰς δόξαν θεοῦ διὰ πάσης φυλακῆς τῶν ἐντολῶν αὐτοῦ· προσεύχου περὶ ἐμοῦ τοῦ ἀδελφοῦ, ἵνα σώζοιμι· ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει σε· ὁ κύριος μετὰ σοῦ.

· Contents ·