Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 245: To Ephraim, His Son

σμε΄. Ἐφραὶμ τέκνῳ.

Χάρις σοι παρὰ κυρίου, τέκνον Ἐφραίμ· ἰδοὺ καὶ πάλιν ὁρῶ τε τῷ γράμματι· πῶς ἔχεις; πῶς ἡ ὑπομονή; πῶς ἡ ἐργασία; οἶδα ὅτι καλῶς ἐπείπερ διὰ Χριστὸν ἡ ἐξορία καὶ ὁ περιορισμός· ἐβράδυνα ἐπισκέψασθαι, ἀλλὰ τὴν αἰτίαν ἀπαγγελοῦσιν οἱ ἀδελφοί· ὑπομένων ὑπόμεινον τὸν κύριον· διαβιβάζων διαβίβαζε πᾶσαν ἡμέραν ὡς στρατιώτης Χριστοῦ· καθαίρων λογισμοὺς, φωτίζων τὴν ψυχὴν τῇ μνήμῃ θεοῦ καὶ τῶν αἰωνίων ἀγαθῶν· ὁ κόσμος ὅναρ· ἡ ἀρετὴ ζῶσα· ταύτην διώξωμεν ἵνα δοξασθῇ ὁ θεὸς ἐν ἡμῖν, καὶ σωθῶμεν ἡμεῖς· προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε· ὁ κύριος μετὰ σοῦ.

· Contents ·