Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 246: To Aphrodisius, His Son
σμϛ΄. Ἀφροδισίῳ τέκνῳ.
Εὖγε τέκνον μου Ἀφροδίσιε, εὖγε τέκνον μου ἠγαπημένον· εἰρήνη σοι ἐν κυρίῳ ἐν ᾧ ἡ ἐλπίς σου, δι᾽ οὗ ἡ ἐξορία καὶ ὁ περιορισμός· πῶς δὴ καλῶς ἔχεις; ὑπομένων ὑπομένεις τὸν κύριον; καί γε προσχείη σοι καὶ εἰσακούσῃ τῆς δεήσεώς σου, φυλάττων καὶ σκέπων σε ὡς κόρην ὀφθαλμοῦ· ὅτι βραδεῖα ἡ ἐπίσκεψις, ἀπαγγελεῖ ὁ ἀδελφός· ἔτι στῆθι, ἔτι μακροθύμησον, ἔτι δεήθητι, ἐγγιεῖ κύριος, ταχυνεῖ τοῦ ἐπισκέψασθαι τὸν λαὸν αὐτοῦ· μόνον ἡμεῖς φόβῳ καὶ τρόμῳ δουλεύσωμεν αὐτῷ· δεῖξον ἑαυτὸν τοῖς ὁρῶσι σε καὶ ἀκούουσιν, ἄγγελον ἐν σώματι, φωστῆρα θεοφανῆ, ἵνα δοξάζηται διὰ σου ὁ θεός· προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα σώζωμαι· προσαγορεύει ὁ σὺν ἐμοὶ ἀδελφός· ὁ κύριος μετὰ σοῦ.